Σελίδες

Δευτέρα 27 Νοεμβρίου 2017

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ ΙΔ' ΛΟΥΚΑ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 35 - 43
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν 41 λέγων· Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ. 


ΜΕΤΑΦΡΑΣΗ

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΗ´ 35 - 43
35 Καθώς δε επλησίαζε ο Κυριος εις την Ιεριχώ, ένας τυφλός εκάθητο δίπλα στον δρόμον και εζητιάνευε. 36 Οταν δε ήκουσε τον θόρυβον του λαού που επερνούσε, ερώτησε, τι τάχα είναι αυτά, που ήκουε. 37 Τον επληροφόρησαν δε ότι περνά από εκεί ο Ιησούς ο Ναζωραίος. 38 Και εφώναξε με μεγάλην φωνήν και είπε· “Ιησού, απόγονε του Δαυΐδ, ελέησέ με”. 39 Και αυτοί που επροπορεύοντο, τον επέπλητταν και του έλεγαν να σιωπήση, δια να μη ενοχλή τον διδάσκαλον. Αυτός όμως πολύ περισσότερο εκραύγαζε· “απόγονε του Δαυίδ, ελέησέ με”. 40 Εστάθη δε ο Ιησούς και έδωσε εντολήν να φέρουν τον τυφλόν πλησίον του. Οταν δε αυτός επλησίασε, τον ηρώτησε 41 λέγων· “τι θέλεις να σου κάνω;” Εκείνος δε είπε· “Κυριε, θέλω να αποκτήσω και πάλιν το φως των οφθαλμών μου”. 42 Και ο Ιησούς του είπε· “ανάβλεψε· η πίστις, που έχεις σ' εμένα, σε έσωσε από την τύφλωσίν σου”. 43 Και αμέσως απέκτησε το φως των οφθαλμών του και γεμάτος χαράν ακολουθούσε τον Χριστόν, δοξάζων τον Θεόν. Και όλος ο λαός, όταν είδε το θαύμα, έδωσε δόξαν στον Θεόν. (Οι καλοπροαίρετοι δοξάζουν τον Θεόν και δια το καλόν, που γίνεται στους άλλους). 


ΠΗΓΗ: www.saint.gr