Σελίδες

Δευτέρα 24 Μαΐου 2021

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ ( ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

 

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΑ´ 19 - 30

19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. 26 ἐγένετο δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ’ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29 τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

 

ΜΕΤΑΦΡΑΣΗ

 

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΑ´ 19 - 30

19 Ἀλλὰ προτοῦ συμβοῦν αὐτὰ μὲ τὸν Κορνήλιον, ἐπεκράτει εἰς τοὺς Χριστιανοὺς τῶν Ἱεροσολύμων ἡ προκατάληψις, ὅτι οἱ ἐθνικοὶ δὲν εἶχον τὰ αὐτὰ δικαιώματα μὲ τοὺς Ἰουδαίους ἐπὶ τῆς διὰ τοῦ Ἰησοῦ Χριστοῦ σωτηρίας. Ἐκεῖνοι, λοιπόν, ποὺ ἔφυγαν ἀπὸ τὰ Ἱεροσόλυμα καὶ διεσπάρησαν λόγῳ τοῦ διωγμοῦ, ὁ ὁποῖος ἔγινεν ἐξ αἰτίας τοῦ Στεφάνου, ἔφθασαν μέχρι τῆς Φοινίκης καὶ τῆς Κύπρου καὶ τῆς Ἀντιοχείας καὶ δὲν ἐκήρυττον τὸν λόγον τοῦ Θεοῦ εἰς κανένα ἄλλον, παρὰ μόνον εἰς τοὺς Ἰουδαίους. 20 Ἦσαν δὲ μερικοὶ ἀπὸ αὐτοὺς ἄνδρες Ἰουδαῖοι μὲν κατὰ τὴν καταγωγήν, ἀλλ’ οἱ ὁποῖοι εἶχαν γεννηθῇ ἄλλοι εἰς τὴν Κύπρον καὶ ἄλλοι εἰς τὴν Κυρηναϊκὴν Λιβύην. Αὐτοὶ ὅταν ἦλθαν εἰς τὴν Ἀντιοχείαν, ἐδίδασκον τοὺς Ἰουδαίους, ποὺ εἶχον γεννηθῇ μακρὰν τῆς Παλαιστίνης καὶ εἶχον πλέον ὡς γλῶσσαν μητρικήν των τὴν Ἑλληνικήν, καὶ ἐκήρυττον εἰς αὐτοὺς τὸ Εὐαγγέλιον τῆς διὰ τοῦ Ἰησοῦ Χριστοῦ σωτηρίας. 21 Καὶ ἡ δύναμις τοῦ Κυρίου ἦτο μαζί των καὶ μὲ τὴν συνέργειαν καὶ ἐνίσχυσιν τῆς δυνάμεως ταύτης πολὺς ἀριθμὸς ἐκ τῶν Ἰουδαίων τούτων Ἑλληνιστῶν ἐπίστευσε καὶ ἐπέστρεψε εἰς τὸν Κύριον. 22 Ἔφθασε δὲ ἡ φήμη τῶν ἐπιτυχιῶν τούτων εἰς τὰ αὐτιὰ τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων, καὶ ἐξαπέστειλαν τὸν Βαρνάβαν νὰ ἔλθῃ μέχρις Ἀντιοχείας. 23 Αὐτὸς δέ, ὅταν ἦλθε καὶ εἶδε τὴν χάριν τοῦ Θεοῦ, ποὺ ἐμαρτυρεῖτο ἀπὸ τὸ πλῆθος τῶν πιστευσάντων καὶ ἀπὸ τὸν βίον αὐτῶν, ἐχάρη καὶ προέτρεπεν ὅλους νὰ μένουν ἀφωσιωμένοι καὶ προσκολλημένοι εἰς τὸν Κύριον μὲ ὅλην τὴν διάθεσιν τῆς ψυχῆς των. 24 Ἐχάρη δὲ καὶ ἐστήριζε τοὺς νέους τούτους μαθητὰς ὁ Βαρνάβας, διότι ἦτο ἄνθρωπος ἀγαθὸς καὶ γεμᾶτος Πνεῦμα Ἅγιον καὶ πίστιν. Δι’ αὐτὸ δὲ καὶ ἠδύνατο νὰ στηρίζῃ καὶ νὰ παρακαλῇ. Καὶ ἐκ τῆς δράσεως ταύτης τοῦ Βαρνάβα προσετέθη εἰς τοὺς πιστοὺς ἀκολούθους τοῦ Κυρίου πολὺ πλῆθος λαοῦ. 25 Μετέβη δὲ ὁ Βαρνάβας εἰς Ταρσὸν διὰ νὰ ζητήσῃ τὸν Σαῦλον καὶ παραλάβῃ αὐτὸν ὡς βοηθόν του εἰς τὸ ἔργον τῆς διδασκαλίας καὶ ἐνισχύσεως τοῦ πλήθους τούτου τῶν Χριστιανῶν. Καὶ ὅταν τὸν εὔρε, τὸν ἔφερεν εἰς τὴν Ἀντιοχείαν. 26 Συνέβη δὲ ἐπὶ ἓν ὁλόκληρον ἔτος οἱ δύο αὐτοὶ ἀπόστολοι νὰ λάβουν μέρος εἰς τὰς συνάξεις τῶν πιστῶν ἐν τῇ Ἐκκλησίᾳ καὶ νὰ διδάξουν πλῆθος πολύ. Καὶ εἰς τὴν Ἀντιόχειαν ἐξ ἀφορμῆς τοῦ πλήθους των ὠνομάσθησαν διὰ πρώτην φορὰν οἱ μαθηταὶ τοῦ Κυρίου Χριστιανοί. 27 Κατὰ τὰς ἡμέρας δὲ αὐτὰς κατέβησαν ἀπὸ τὰ Ἱεροσόλυμα εἰς τὴν Ἀντιόχειαν μερικοὶ προφῆται. 28 Εἰς τὴν σύναξιν δὲ τῶν πιστῶν ἐσηκώθη ἕνας ἀπὸ αὐτούς, ποὺ ἐλέγετο Ἄγαβος, καὶ φωτισθεὶς ἀπὸ τὸ Ἅγιον Πνεῦμα κατέστησε γνωστόν, ὅτι ἔμελλε νὰ γίνῃ μεγάλη πεῖνα εἰς ὅλην τὴν οἰκουμένην. Ἔγινε δὲ πράγματι ἡ πείνα αὐτὴ ἐπὶ τῆς αὐτοκρατορίας τοῦ Κλαυδίου Καίσαρος. 29 Κατόπιν δὲ τῆς προφητείας αὐτῆς οἱ μαθηταὶ ἀναλόγως τῶν πόρων καὶ τῶν μέσων, ποὺ εἶχε κανείς, ἀπεφάσισαν νὰ στείλουν καθένας ἀπὸ αὐτοὺς συνδρομὴν πρὸς βοήθειαν καὶ ὑπηρεσίαν τῶν ἀδελφῶν, οἱ ὁποῖοι διέμενον ἐν τῇ Ἰουδαίᾳ. 30 Πράγματι δὲ τὸ ἔκαμαν καὶ ἀπέστειλαν τὴν εἰσφοράν των εἰς τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας τῶν Ἱεροσολύμων διὰ τῶν χειρῶν τοῦ Βαρνάβα καὶ τοῦ Σαύλου.

 

ΠΗΓΗ:www.saint.gr