Σελίδες

Τετάρτη 1 Δεκεμβρίου 2021

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 5/12/2021 (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

 

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΓ´ 10 - 17

10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασι. 11 καὶ ἰδοὺ γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησε καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου· 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη καὶ ἐδόξαζε τὸν Θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν ταύταις οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 ἀπεκρίθη οὖν αὐτῷ ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά· ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; 16 ταύτην δὲ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσι τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.

 

ΜΕΤΑΦΡΑΣΗ

 

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΓ´ 10 - 17

10 Ἐδίδασκε δὲ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου εἰς μίαν ἀπὸ τὰς συναγωγάς. 11 Καὶ ἰδοὺ παρευρίσκετο ἐκεῖ μία γυναῖκα, ἡ ὁποία ἐκ συνεργείας τοῦ πονηροῦ πνεύματος κατείχετο ὑπὸ ἀσθενείας ἐπὶ δεκαοκτὼ ἔτη, καὶ ἦτο δι’ αὐτὸ σκυμμένη διαρκῶς μὲ κυρτωμένον τὸ σῶμα καὶ δὲν ἠδύνατο νὰ σηκώσῃ ὀρθίαν τὴν κεφαλήν της ὁλοτελῶς. 12 Ὅταν δὲ τὴν εἶδεν ὁ Ἰησοῦς, τῆς ἐφώναξε καὶ τῆς εἶπε· Γυναῖκα, εἶσαι λυμένη καὶ ἐλευθερωμένη ἀπὸ τὴν ἀρρώστιάν σου. 13 Καὶ ἔβαλεν ἐπάνω της τὰς χεῖρας του. Καὶ τὴν ἰδίαν στιγμήν, ἐπανέκτησε τὴν ὀρθίαν στάσιν τοῦ σώματός της καὶ ἐδόξαζε τὸν Θεὸν διὰ τὴν θεραπείαν της. 14 Ἔλαβε δὲ τὸν λόγον ὁ ἀρχισυνάγωγος, γεμᾶτος ἀγανάκτησιν, διότι κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἔκαμε τὴν θεραπείαν ὁ Ἰησοῦς, καὶ ἔλεγεν εἰς τὸ πλῆθος τοῦ λαοῦ· Ἓξ ἡμέραι εἶναι εἰς τὴν διάθεσίν μας, κατὰ τὰς ὁποίας δικαιούμεθα καὶ πρέπει νὰ ἐργαζώμεθα. Κατ’ αὐτὰς λοιπὸν τὰς ἐργασίμους ἡμέρας νὰ ἔρχεσθε καὶ νὰ θεραπεύεσθε, καὶ ὄχι κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου. 15 Ἀπεκρίθη λοιπὸν εἰς αὐτὸν ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά, σὺ ποὺ ὑπὸ τὸ πρόσχημα τοῦ σεβασμοῦ τοῦ Σαββάτου κρύπτεις φθόνον καὶ μοχθηρίαν· ὁ καθένας σας κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου δὲν λύει τὸ βώδι του ἢ τὸν ὄνον του ἀπὸ τὴν φάτνην καὶ δὲν τὸ πηγαίνει νὰ τὸ ποτίσῃ, χωρίς, σύμφωνα μὲ τὴν ἐκ παραδόσεως ἀνεγνωρισμένην ἑρμηνείαν τῆς ἐντολῆς τοῦ Σαββάτου, νὰ θεωρῆται παραβάτης αὐτῆς; 16 Αὐτὴ δέ, ποὺ εἶναι κόρη καὶ ἀπόγονος τοῦ Ἀβραάμ, τὴν ὁποίαν ἔδεσεν ὁ σατανᾶς μὲ τὴν ἀρρώστιαν, ὥστε ἐπὶ δεκαοκτὼ ὁλόκληρα χρόνια νὰ μὴ δύναται νὰ σηκωθῇ ὀρθία, δὲν ἦτο πρέπον καὶ ἐπιβεβλημένον νὰ λυθῇ ἀπὸ τὸ μακροχρόνιον αὐτὸ καὶ ὀδυνηρὸν δέσιμον κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου; 17 Καὶ ἐνῷ ἔλεγεν αὐτὰ ὁ Ἰησοῦς, ἐντροπιάζοντο ὅλοι οἱ ἀντίθετοί του. Καὶ ὅλος ὁ λαὸς ἔχαιρε δι’ ὅλα τὰ λαμπρὰ καὶ θαυμαστά ἔργα, ποὺ διαρκῶς ἐγίνετο ἀπὸ αύτόν.

 

ΠΗΓΗ: www.saint.gr