Σελίδες

Δευτέρα 9 Μαΐου 2022

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ)

 

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Θ´ 32 - 42

32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33 εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. 34 καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. 35 καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. 36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. 38 ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39 ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. 40 ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. 41 δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42 γνωστὸν δὲ ἐγένετο καθ’ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

 

ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ

 

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ Θ´ 32 - 42

32 Ἐνῷ δὲ ὁ Πέτρος περιώδευεν εἰς ὅλα αὐτὰ τὰ μέρη, συνέβη νὰ κατεβῇ καὶ πρὸς τοὺς Χριστιανούς, ποὺ κατῴκουν εἰς τὴν Λύδδαν. 33 Συνήντησε δὲ ἐκεῖ κάποιον ἄνθρωπον, ποὺ ἐλέγετο Αἰνέας καὶ κατέκειτο ἐπὶ κραββάτου πρὸ ὀκτὼ ἐτῶν, διότι ἦτο παράλυτος. 34 Καὶ εἶπεν εἰς αὐτὸν ὁ Πέτρος· Αἰνέα, ὁ Ἰησοῦς, ποὺ εἶναι χρισμένος ἀπὸ τὸν Θεὸν Μεσσίας, σὲ ἰατρεύει ἀπὸ τὸ νόσημά σου. Σήκω καὶ στρῶσε μόνος σου τὸ κρεββάτι σου. Καὶ ἀμέσως ἐσηκώθη. 35 Καὶ τὸν εἶδαν ὅλοι, ὅσοι κατοικοῦσαν εἰς Λύδδαν καὶ εἰς τὴν πεδιάδα τοῦ Σάρωνος, οἰ ὁποῖοι ὁδηγηθέντες ἀπὸ τὸ θαῦμα αὐτὸ ἐπέστρεψαν εἰς τὸν Κύριον Ἰησοῦν πιστεύσαντες καὶ ἀναγνωρίσαντες αὐτὸν Θεὸν καὶ Σωτῆρα των. 36 Εἰς τὴν Ἰόππην δὲ ὑπῆρχε κάποια μαθήτρια τοῦ Κυρίου, ποὺ ἐλέγετο Ταβιθά. Τὸ ὄνομα δὲ αὐτὸ μεταφράζεται εἰς τὴν ἑλληνικὴν μὲ τὴν λέξιν Δορκάς. Αὐτὴ ἦτο γεμάτη ἀπὸ ἀγαθοεργίας καὶ ἐλεημοσύνας, ποὺ ἔκανε συνεχῶς. 37 Συνέβη δὲ κατὰ τὰς ἡμέρας ἐκείνας νὰ ἀσθενήσῃ αὕτη καὶ νὰ ἀποθάνῃ. Ἀφοῦ δὲ τὴν ἔλουσαν καὶ τὴν ἐτοίμασαν, τὴν ἔβαλαν εἰς τὸ ἐπάνω διαμέρισμα τῆς οἰκίας. 38 Ἐφ’ ὅσον δὲ ἡ πόλις Λύδδα ἦτο πλησίον τῆς Ἰόππης, σὰν ἤκουσαν οἱ μαθηταί, ὅτι ὁ Πέτρος εἶναι εἰς τὴν πόλιν αὐτήν, τοῦ ἔστειλαν δύο ἄνδρας καὶ τὸν παρεκάλουν νὰ μὴ βαρυνθῇ νὰ ἔλθῃ μέχρις αὐτῶν. 39 Πράγματι δὲ ὁ Πέτρος ἐσηκώθη καὶ ἐπῆγε μαζὶ μὲ τοὺς δύο αὐτοὺς ἀπεσταλμένους. Ὅταν δὲ ἔφθασεν εἰς τὴν Ἰόππην, τὸν ἀνέβασαν εἰς τὸ ἀνώγειον. Καὶ ἐκεῖ παρουσιάσθησαν εἰς αὐτὸν ὅλαι αἱ χῆραι κλαίουσαι διὰ τὸν θάνατον αὐτῆς, ποὺ τὰς ἐπροστάτευε. Καὶ ὡς δείγματα τῆς προστασίας αὐτῆς ἐδείκνυαν εἰς τὸν Πέτρον ὑποκάμισα καὶ ἐπανωφόρια, ὅσα ἔφτιανεν, ὅταν ἦτο μαζί των ζωντανὴ ἡ Δορκάς. 40 Ἀφοῦ δὲ ὁ Πέτρος ἔβγαλεν ὅλους ἔξω ἀπὸ τὸ ἀνώγειον, ποὺ ἦτο ἡ νεκρά, ἐγονάτισε καὶ προσηυχήθη. Καὶ ἀφοῦ ἐστράφη πρὸς τὸ νεκρὸν σῶμα, εἶπε· Ταβιθά, σήκω ἐπάνω. Αὐτὴ δὲ ἤνοιξε τὰ μάτια της καὶ ὅταν εἶδε τὸν Πέτρον, ἀπὸ ἑξαπλωμένη ὅπου ἦτο, ἀνεσηκώθη καθιστὴ εἰς τὸ κρεββάτι της. 41 Τῆς ἔδωκε δὲ τότε ὁ Πέτρος τὸ χέρι καὶ τὴν ἐσήκωσεν ὀρθίαν. Ἀφοῦ δὲ ἐφώναξε τοὺς Χριστιανοὺς καὶ ἰδιαιτέρως τὰς χήρας, τοὺς τὴν παρουσίασε ζωντανήν. 42 Ἔγινε δὲ γνωστὸν τὸ θαῦμα τοῦτο εἰς ὅλην τὴν πόλιν τῆς Ἰόππης καὶ πολλοὶ ἐπίστευσαν εἰς τὸν Κύριον.

 

ΠΗΓΗ: www.saint.gr