ΚΑΤΑ
ΜΑΤΘΑΙΟΝ ΙΖ´ 1 - 9
1 Καὶ μεθ’ ἡμέρας
ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ,
καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν
αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ
ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ
συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν
ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν
καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς,
καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα·
αὐτοῦ ἀκούετε· 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν
καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν·
Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα
εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους
ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου
ἐκ νεκρῶν ἀναστῇ.
ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ
ΚΑΤΑ
ΜΑΤΘΑΙΟΝ ΙΖ´ 1 - 9
1 Καὶ ὕστερα ἀπὸ
ἓξ ἡμέρας παρέλαβε μαζί του ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην
τὸν ἀδελφόν του καὶ τοὺς ἀνέβασεν εἰς ὅρος ὑψηλὸν ἰδιαιτέρωςαὐτοὺς μόνους· 2 καὶ
μετεμορφώθη ἐμπρὸς εἰς αὐτούς· καὶ ἐγινε λαμπρὸν τὸ πρόσωπόν του σὰν τὸν ἥλιον,
τὰ δὲ ἐνδύματά του ἔγιναν λευκὰ σὰν τὸ φῶς. 3 Καὶ ἰδοὺ ἐνεφανίσθησαν
καὶ ἔγιναν ὁρατοὶ εἰς αὐτοὺς ὁ Μωϋσῆς καὶ ὁ Ἠλίας, οἱ ὁποῖοι συνωμίλουν μαζί
του. 4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν εἰς τὸν Ἰησοῦν· Κύριε, καλὸν εἶναι
νὰ μένωμεν ἐδῶ.Ἐὰν θέλῃς, ἂς κάμωμεν ἐδῶ τρεῖς σκηνάς· μίαν διὰ σὲ καὶ διὰ τὸν
Μωϋσὴν μίαν καὶ μίαν διὰ τὸν Ἠλίαν. 5 Ἐνῷ δὲ αὐτὸς ὡμίλει ἀκόμη, ἰδοὺ
νεφέλη γεμᾶτη φῶς ἐσκέπασεν αὐτούς, καὶ ἔξαφνα ἠκούσθη φωνὴ ἀπὸ τὴν νεφέλην, ποὺ
ἔλεγεν· Αὐτὸς εἶναι ὁ υἱός μου, ποὺ ἐξαιρετικὰ τὸν ἀγαπῶ καὶ εἰς τὸν ὁποῖον εὐηρεστήθην.Νὰ
ὑπακούετε εἰς αὐτόν. 6 Καὶ ὅταν ἤκουσαν τὴν φωνὴν αὐτήν οἱ μαθηταί, ἔπεσαν
μὲ τὸ πρόσωπον εἰς τὸ χῶμα καὶ ἐφοβήθησαν πάρα πολύ. 7 Καὶ ἀφοῦ τοὺς ἐπλησίασεν
ὁ Ἰησοῦς, τοὺς ἤγγισε καὶ εἶπε· Σηκωθῆτε καὶ μὴ φοβεῖσθε. 8 Ὅταν δὲ ἐσήκωσαν
τὰ μάτια τους, δὲν εἶδαν κανένα παρὰ τὸν Ἰησοῦν μόνον. 9 Καὶ ὅταν κατέβαιναν
ἀπὸ τὸ ὅρος, τοὺς παρήγγειλεν ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Νὰ μὴν εἴπητε εἰς κανένα
αὐτὸ ποὺ εἴδατε, ἕως ὅτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἀναστηθῇ ἐκ νεκρῶν, ὁπότε δὲν θὰ ὑπάρχῃ
κίνδυνος ἀκαίρων ἐνθουσιασμῶν τοῦ πλήθους, ἀλλὰ καὶ περισσότερον κατανοητὸν καὶ
πιστευτὸν τὸ γεγονὸς αὐτὸ θὰ καταστῇ.
ΠΗΓΗ:
www.saint.gr