ΚΑΤΑ
ΙΩΑΝΝΗΝ Θ´ 1 - 38
1 Καὶ παράγων εἶδεν ἄνθρωπον
τυφλὸν ἐκ γενετῆς· 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες·
Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη
Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ
Θεοῦ ἐν αὐτῷ. 4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα
ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ,
φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ
τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ 7 καὶ
εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος.
ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. 8 Οἱ οὖν γείτονες καὶ οἱ
θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος
καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ
ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν
σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Ἄνθρωπος λεγόμενος Ἰησοῦς
πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν
κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. 12 εἶπον
οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα. 13 Ἄγουσιν αὐτὸν πρὸς
τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν
ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15 πάλιν οὖν ἠρώτων αὐτὸν
καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· Πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς,
καὶ ἐνιψάμην, καὶ βλέπω. 16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ
ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· Πῶς δύναται
ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17 λέγουσι
τῷ τυφλῷ πάλιν· Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν
ὅτι προφήτης ἐστίν. 18 οὐκ ἐπίστευον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι
τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 19 καὶ
ἠρώτησαν αὐτοὺς λέγοντες· Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη;
πῶς οὖν ἄρτι βλέπει; 20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον·
Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 21 πῶς δὲ
νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς
ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22 ταῦτα εἶπον
οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι
ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23 διὰ τοῦτο οἱ
γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. 24 Ἐφώνησαν οὖν
ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλὸς, καὶ εἶπον αὐτῷ· Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς
οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν ἐκεῖνος
καὶ εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον
δὲ αὐτῷ πάλιν· Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη
αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς
θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ εἶ
μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. 29 ἡμεῖς οἴδαμεν
ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη
ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε
πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. 31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν
ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32 ἐκ
τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ
μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπον
αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν
ἔξω. 35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν
αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε·
Καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς·
Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη·
Πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ
ΚΑΤΑ
ΙΩΑΝΝΗΝ Θ´ 1 - 38
1 Καὶ ἐνῷ διέβαινεν ὁ Ἰησοῦς
ἀπὸ τὸ μέσον τῆς πόλεως, εἶδεν ἄνθρωπον, ὁ ὁποῖος εἶχε γεννηθῇ τυφλός. 2 Καὶ
τὸν ἡρώτησαν οἱ μαθηταί του καὶ τοῦ εἶπαν· Διδάσκαλε, ποῖος ἡμάρτησε, διὰ νὰ
γεννηθῇ ὁ ἄνθρωπος αὐτὸς τυφλός; Ἡμάρτησεν αὐτός, ὅταν ἦτο άκόμη μέσα εἰς τὴν
κοιλίαν τῆς μητέρας του, ἢ ἡμάρτησαν οἱ γονεῖς του καὶ διὰ τὰς ἁμαρτίας ἐκείνων
τιμωρεῖται αὐτός; 3 Ἀπεκρίθη ὁ Ἰησοῦς· οὔτε αὐτὸς ἡμάρτησεν, οὔτε οἱ
γονεῖς του. Ἀλλ’ ἐγεννήθη τυφλός, διὰ νὰ φανερωθοῦν διὰ τῆς ὑπερφυσικῆς θεραπείας
τῶν ὀφθαλμῶν του τὰ ἔργα, ποὺ ἡ δύναμις καὶ ἡ ἀγαθότης τοῦ Θεοῦ ἐργάζεται. 4 Ἐγὼ
πρέπει νὰ ἐργάζωμαι τὰ πρὸς σωτηρίαν τοῦ ἀνθρώπου ἔργα τοῦ Θεοῦ, ὁ ὁποῖος μὲ ἔστειλεν
εἰς τὸν κόσμον, ἐφ’ ὅσον ζῶ εἰς τὴν παροῦσαν ζωήν. Ἔρχεται ὁ μέλλων βίος, ὁπότε,
ὅπως καὶ κατὰ τὴν διάρκειαν τῆς νυκτὸς καταπαύουν τὰ ἔργα των οἱ ἄνθρωποι, ἔτσι
καὶ τότε κανεὶς πλέον δὲν θὰ δύναται νὰ ἐργάζεται πρὸς πλήρωσιν τῆς ἀποστολῆς
του. Δὲν πρέπει λοιπὸν οὔτε στιγμὴν νὰ χάνω. 5 Ἐφ’ ὅσον εἶμαι εἰς τὸν
κόσμον, μὲ τὴν διδασκαλίαν καὶ τὰ θαύματά μου εἶμαι φῶς τοῦ κόσμου. 6 Ὅταν
δὲ εἶπεν αὐτά, ἔπτυσε χάμω καὶ ἔκαμε πηλὸν καὶ ἔχρισε μὲ αὐτὸν τὰ μάτια τοῦ
τυφλοῦ. 7 Καὶ δοκιμάζων τὴν πίστιν τοῦ τυφλοῦ, εἶπεν εἰς αὐτόν·
Πήγαινε, νίψου εἰς τὴν στέρναν τοῦ Σιλωάμ (ὄνομα ἑβραϊκὸν ποὺ μεταφράζεται εἰς
τὴν ἑλληνικὴν ἀπεσταλμένος). Ὕστερα λοιπὸν ἀπὸ τὴν παραγγελίαν αὐτὴν τοῦ Ἰησοῦ ἐπῆγεν
ὁ τυφλὸς ἐκεῖ καὶ ἐνίφθη, καὶ ἦλθεν εἰς τὸ σπίτι του μὲ μάτια ὑγιῆ. 8 Οἱ
γείτονες λοιπὸν καὶ ὅσοι τὸν ἔβλεπαν προτήτερα, ὅτι ἦτο τυφλός, ἔλεγαν· Δὲν εἶναι
αὐτός, ποὺ ἐκάθητο καὶ ἐζήτει ἀπὸ τοὺς διαβάτας ἐλεημοσύνην; 9 Ἄλλοι ἔλεγαν,
ὅτι αὐτὸς εἶναι. Ἄλλοι ὅμως ἔλεγαν ὅτι δὲν εἶναι αὐτός, ἄλλα κάποιος ἄλλος, ὅμοιος
πρὸς αὐτόν. Ἐκεῖνος ἔλεγεν, ὅτι ἐγὼ εἶμαι ὁ τυφλός, ποὺ προτήτερα ἐζήτουν ἐλεημοσύνην. 10 Κατόπιν
λοιπὸν τῆς βεβαιώσεως αὐτῆς τοῦ τυφλοῦ, τοῦ ἔλεγαν ἐκεῖνοι· Πῶς ἐθεραπεύθησαν τὰ
μάτια σου; 11 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Ἕνας ἄνθρωπος, ποὺ ὀνομάζεται
Ἰησοῦς, ἔκαμε πηλόν, καὶ μοῦ ἄλειψε μὲ αὐτὸν τὰ μάτια καὶ μοῦ εἶπε· Πήγαινε εἰς
τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψου. Ἀφοῦ δὲ ἐπῆγα ἐκεῖ καὶ ἐνίφθην, ἀπέκτησα
τὸ φῶς μου. 12 Κατόπιν λοιπὸν τῆς πληροφορίας ταύτης τοῦ θεραπευθέντος
τυφλοῦ, τοῦ εἶπαν οἱ Ἰουδαῖοι· Ποὺ εἶναι ἐκεῖνος; Ἀπεκρίθη αὐτός· δὲν ἠξεύρω. 13 Ὠδήγησαν
τότε πρὸς τοὺς Φαρισαίους αὐτόν, ποὺ ἄλλοτε ἦτο τυφλὸς καὶ ἤδη εἶχε θεραπευθῆ ὁριστικῶς. 14 Ὅταν
δὲ ὁ Ἰησοῦς ἔκαμε τὸν πηλὸν καὶ ἤνοιξε τὰ μάτια τοῦ τυφλοῦ, ἦτο ἡμέρα Σαββάτου. 15 Ὅταν
λοιπὸν τὸν ὠδήγησαν πρὸς τοὺς Φαρισαίους, τὸν ἐξήταζαν καὶ τὸν ἡρώτων αὐτοὶ πάλιν,
πῶς ἐθεραπεύθη καὶ ἀπέκτησε τὸ φῶς του. Ἐκεῖνος δὲ τοὺς εἶπεν· Αὐτὸς ποὺ μὲ ἐθεράπευσε,
μοῦ ἔβαλε πηλὸν ἐπάνω εἰς τὰ μάτια μου καὶ κατόπιν αὐτοῦ ἐγὼ ἐνίφθην καὶ βλέπω. 16 Ἔλεγον
λοιπὸν μερικοὶ ἀπὸ τοὺς Φαρισαίους· Αὐτὸς ὁ ἄνθρωπος δὲν ἔχει σταλῇ ἀπὸ τὸν Θεόν,
διότι δὲν φυλάττει τὴν ἀργίαν τοῦ Σαββάτου. Ἄλλοι ἔλεγον· Πῶς εἶναι δυνατὸν ἄνθρωπος
ἁμαρτωλὸς νὰ κάμνῃ τέτοια ἀποδεικτικὰ καὶ σημαδιακὰ θαύματα; Καὶ διεφώνουν
μεταξύ των. 17 Καὶ ἐπειδὴ ἡ διαφωνία των παρετείνετο, ἤρχισαν πάλιν νὰ
ἐξετάζουν τὸν τυφλὸν καὶ εἶπαν πρὸς αὐτόν· Σὺ τί λέγεις διὰ τὸν ἄνθρωπον αὐτόν;
Ἀξίζει νὰ ἀκουσθῇ καὶ ἡ ἰδική σου γνώμη, διότι τὰ ἰδικά σου μάτια ἐθεράπευσεν ἐκεῖνος
καὶ σὺ περισσότερον ἀπὸ κάθε ἄλλον γνωρίζεις τὰ περιστατικὰ τῆς θεραπείας σου.
Αὐτὸς δὲ τοὺς εἶπεν· Ἐγὼ λέγω, ὅτι εἶναι προφήτης. 18 Κατόπιν λοιπὸν ἀπὸ
τὸν χαρακτηρισμὸν αὐτόν, ποὺ ἔκαμεν ὁ θεραπευθεῖς τυφλὸς διὰ τὸν Ἰησοῦν, καὶ διὰ
τὸν ὁποῖον δυσηρεστήθησαν οἱ Ἰουδαῖοι, ἐκεῖνοι δὲν ἐπίστευσαν δι’ αὐτόν, ὅτι ἦτο
τυφλὸς καὶ ἀπέκτησε πραγματικὰ τὸ φῶς του, ἕως ὅτου ἀπεφάσισαν καὶ ἐφώναξαν τοὺς
γονεῖς αὐτοῦ, ποὺ ἀνέβλεψε. 19 Καὶ τοὺς ἠρώτησαν καὶ εἶπαν· Αὐτὸς εἶναι
ὁ υἱός σας, διὰ τὸν ὁποῖον σεῖς ἐπιμένετε νὰ βεβαιώνετε, ὅτι ἐγεννήθη τυφλός; Πῶς
λοιπόν, ἀφοῦ ἐγεννήθη τυφλός, βλέπει τώρα; 20 Ἀπεκρίθησαν δὲ εἰς αὐτοὺς
οἱ γονεῖς του καὶ εἶπαν· Γνωρίζομεν καλά, ὅτι αὐτὸς εἶναι ὁ υἱός μας καὶ ὅτι ἐγεννήθη
τυφλός. 21 Πῶς ὅμως βλέπει τώρα, δὲν ἠξεύρομεν· ἢ ποῖος τοῦ ἐθεράπευσε
καὶ τοῦ ἤνοιξε τὰ μάτια, ἡμεῖς δὲν ἠξεύρομεν. Αὐτὸς ἔχει ἡλικίαν, καὶ συνεπῶς ἀντελήφθη,
πῶς καὶ ἀπὸ ποῖον ἔγινεν ἡ θεραπεία του· αὐτὸν λοιπὸν ἐρωτήσατε, αὐτὸς θὰ ὁμιλήσῃ
διὰ τὸν ἑαυτόν του, καὶ θὰ σᾶς εἴπῃ τί τοῦ συνέβη. 22 Ὡμίλησαν δὲ οὕτω
πως οἱ γονεῖς τοῦ τυφλοῦ, ἐπειδὴ ἐφοβοῦντο τοὺς προκρίτους Ἰουδαίους· διότι εἶχαν
πρὸ πολλοῦ συμφωνήσει οἱ Ἰουδαῖοι νὰ ἀποκηρυχθῇ καὶ ἀποδιωχθῇ ἀπὸ τὴν
συναγωγήν, ὅποιος θὰ ὡμολόγει αὐτὸν ὅτι εἶναι ὁ Χριστός. 23 Ἐξ αἰτίας
λοιπὸν τοῦ φόβου των, μήπως ἀποδιωχθοῦν καὶ αὐτοὶ ἀπὸ τὴν συναγωγήν, εἶπαν οἱ
γονεῖς του, ὅτι ἔχει ὥριμον ἡλικίαν ὁ υἱός μας, αὐτὸν ἐρωτήσατε. 24 Ἀφοῦ
λοιπὸν ἀπὸ τοὺς γονεῖς τοῦ τυφλοῦ δὲν ἠμπόρεσαν νὰ πληροφορηθοῦν τίποτε πρὸς διάψευσιν
τῆς θεραπείας του ἢ πρὸς κατάκρισιν τοῦ Ἰησοῦ, ἐφώναξαν οἱ Ἰουδαῖοι διὰ δευτέραν
φορὰν τὸν ἄνθρωπον, ποὺ ἦτο τυφλός, καὶ τοῦ εἶπαν· Δόξασε τὸν Θεόν, ὁμολογῶν ὅτι
ἐπλανήθης καὶ ἀναγνωρίζων τὴν ἀλήθειαν περὶ αὐτοῦ, ὁ ὁποῖος σὲ ἐθεράπευσε· ἡμεῖς
λόγῳ τῆς θέσεως καὶ τοῦ ἀξιώματός μας εἴμεθα εἰς θέσιν νὰ ἠξεύρωμεν καλά, ὅτι ὁ
ἄνθρωπος αὐτός, ποὺ καταλύει τὴν ἀργίαν τοῦ Σαββάτου, εἶναι ἁμαρτωλός. 25 Ἀπεκρίθη
λοιπὸν ἐκεῖνος καὶ εἶπεν· Ἐὰν ὁ ἄνθρωπος αὐτὸς εἶναι ἁμαρτωλός, δὲν ἠξεύρω, καὶ
δι’ αὐτὸ ἀποφεύγω νὰ ἐκφράσω γνώμην περὶ αὐτοῦ· ἠξεύρω ὅμως καλὰ ἕνα γεγονός, ὅτι
δηλαδὴ ἐνῷ προτήτερα ἦμουν τυφλός, τώρα βλέπω. 26 Ἐπειδὴ δὲ ἡ νέα αὐτὴ
βεβαίωσις τοῦ θεραπευθέντος τυφλοῦ δεν τοὺς ἔκαμε καλὴν ἐντύπωσιν, εἶπον πάλιν
εἰς αὐτόν· Τί σοῦ ἔκαμε; Πῶς σὲ ἐθεράπευσε καὶ πῶς σου ἄνοιξε τὰ μάτια; 27 Ἀπεκρίθη
εἰς αὐτούς· Μόλις πρὸ ὀλίγου σᾶς εἶπα καὶ δὲν ἠθελήσατε νὰ προσέξετε καὶ νὰ
παραδεχθῆτε ὅ,τι σᾶς εἶπα. Διατὶ τώρα θέλετε νὰ ἀκούσετε πάλιν τὰ ἴδια; Μήπως
καὶ σεῖς θέλετε νὰ γίνετε μαθηταί του; 28 Τοῦ ὡμίλησαν τότε ὑβριστικῶς
καὶ περιφρονητικῶς καὶ τοῦ εἶπαν· Σὺ εἶσαι μαθητῆς ἐκείνου· ἡμεῖς ὅμως εἴμεθα
τοῦ Μωϋσέως μαθηταί. 29 Ἡμεῖς ποὺ εἴμεθα σπουδασμένοι καὶ ἀνεγνωρισμένοι
ἄρχοντες τοῦ ἔθνους, ἠξεύρομεν, ὅτι ὁ Θεὸς ἔχει ὁμιλήσει εἰς τὸν Μωϋσην καὶ εἰς
κανένα ἄλλον· αὐτὸς μᾶς εἶναι ἄγνωστος καὶ δὲν ἠξεύρομεν ἀπὸ ποὺ εἶναι καὶ ἀπὸ
ποὺ ἐστάλῃ. 30 Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ τοὺς εἶπεν· Ἀλλ’ ἀκριβῶς τὸ
γεγονὸς αὐτὸ προκαλεῖ θαυμασμὸν καὶ ἔκπληξιν, ὅτι δηλαδὴ σεῖς δὲν ξεύρετε τὸν ἄνθρωπον
αὐτόν, ἐὰν ἔχῃ σταλῇ ἀπὸ τὸν Θεὸν καὶ ἀπὸ ποὺ εἶναι· καὶ ὅμως ἄγνωστος αὐτὸς εἰς
σᾶς μοῦ ἤνοιξε τὰ μάτια. 31 Εἶναι δὲ γνωστὸν καὶ τὸ ἠξεύρομεν ὅλοι, ὅτι
ὁ Θεὸς δὲν ἀκούει τοὺς ἁμαρτωλούς. Ἀλλ’ ἐὰν κανεὶς σέβεται τὸν Θεὸν καὶ ἐκτελῇ
τὸ θέλημά του, τοῦτον ὁ Θεὸς ἀκούει. 32 Ἀφ’ ὅτου ὑπάρχει κόσμος, δὲν ἠκούσθῃ
ποτέ, ὅτι ἐθεράπευσε κάποιος μάτια ἀνθρώπου, ποὺ νὰ ἔχῃ γεννηθῇ τυφλός. Πρώτην
φορὰν συνετελέσθῃ ἕνα τέτοιο θαῦμα, καὶ αὐτός, ποὺ τὸ ἔκαμε, πρέπει νὰ ἔχῃ ἀποστολὴν
θείαν. 33 Ἐὰν ὁ ἄνθρωπος αὐτὸς δὲν ἦτο ἀπεσταλμένος ἀπὸ τὸν Θεόν, δὲν
θὰ ἠμποροῦσε νὰ κάμῃ τίποτε, οὔτε παραμικρόν τι θαῦμα. 34 Ἀπεκρίθησαν
ἐκεῖνοι καὶ τοῦ εἶπαν· Σὺ ἐγεννήθης βουτηγμένος ὁλόκληρος εἰς τὴν ἁμαρτίαν, ὅπως
ἀποδεικνύεται ἀπὸ τὴν τύφλωσιν, ποὺ ἀπὸ τὴν κοιλίαν τῆς μητρός σου εἶχες. Καὶ σὺ
ὁ ἄθλιος καὶ ἁμαρτωλὸς διδάσκεις ἡμᾶς, ποὺ εἴμεθα οἱ περισσότερον σπουδασμένοι ὅλου
τοῦ ἔθνους; Καὶ τὸν ἔβγαλαν ἔξω ἀπὸ τὸν τόπον, ποὺ συνεδρίαζαν, μὲ τὴν διάθεσιν
νὰ τὸν ἀποκόψουν καὶ ἀπὸ τὴν συμμετοχὴν τῆς θρησκευτικῆς λατρείας. 35 Ἤκουσεν
ἐν τῷ μεταξὺ ὁ Ἰησοῦς, ὅτι τὸν ἔβγαλαν ἔξω διὰ τὴν παρρησίαν, μὲ τὴν ὁποίαν
διεκήρυττε τὴν ἀλήθειαν καὶ ἀφοῦ τὸν ηὗρε, τοῦ εἶπε· Σὺ, ἀντιθέτως πρὸς τοὺς ἀπίστους
Ἰουδαίους, πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; 36 Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε·
Καὶ ποῖος εἶναι, Κύριε, διὰ νὰ τὸν πιστεύσω; 37 Εἶπε δὲ τότε εἰς αὐτὸν
ὁ Ἰησοῦς· Καὶ τὸν ἔχεις ἴδει τώρα μὲ τὰ μάτια σου καὶ αὐτός, ποὺ ὁμιλεῖ τὴν
στιγμὴν αὐτὴν μαζί σου, ἐκεῖνος εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ. 38 Αὐτὸς δὲ εἶπε·
Πιστεύω, Κύριε· καὶ τὸν ἐπροσκύνησεν ὡς Υἱὸν τοῦ Θεοῦ καὶ Κύριον.
ΠΗΓΗ:
www.saint.gr