Σάββατο 6 Ιανουαρίου 2018

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΘ´ 1 - 8
1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας 2 εἶπε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. 3 εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. 4 εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν. 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. 8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. 

ΜΕΤΑΦΡΑΣΗ

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΘ´ 1 - 8
1 Οταν δε ο Απολλώς ευρίσκετο εις την Κορινθον, ο Παύλος, αφού επέρασε τα βαρειότερα μέρη της Μ. Ασίας, ήλθε εις την Εφεσον, όπου και ευρήκε μερικούς μαθητάς. 2 Είπε δε προς αυτούς εάν, όταν επίστευσαν, έλαβαν Πνεύμα Αγιον. Εκείνοι δε του απήντησαν· “ημείς δεν έχομεν ακούσει ούτε και αν υπάρχη Πνεύμα Αγιον”. 3 Και είπε τότε προς αυτούς· “εις τίνος το όνομα και ποίου είδους βάπτισμα εβαπτίσθητε;” Εκείνοι δε του είπαν· “εβαπτίσθημεν στο βάπτισμα του Ιωάννου”. 4 Είπε δε ο Παύλος· “ο Ιωάννης μεν σας εβάπτισε εις βάπτισμα μετανοίας και προπαρασκευής, λέγων συγχρόνως στον λαόν να πιστεύσουν εις εκείνον, που θα ήρχετο κατόπιν από αυτόν, δηλαδή στον Ιησούν Χριστόν, ο οποίος και μόνος θα έδιδε άφεσιν και σωτηρίαν”. 5 Οταν δε εκείνοι ήκουσαν αυτά, επίστευσαν και εβαπτίσθησαν στο όνομα του Κυρίου Ιησού. 6 Και όταν ο Παύλος έθεσε τας χείρας του επάνω εις την κεφαλήν των, κατήλθεν εις αυτούς το Πνεύμα το Αγιον, επήραν και ειδικά χαρίσματα, ωμιλούσαν διαφόρους γλώσσας αγνώστους προηγουμένως εις αυτούς και επροφήτευσαν. 7 Ολοι δε αυτοί ήσαν περίπου δώδεκα άνδρες. 8 Επειτα δε από το γεγονός αυτό ο Παύλος εισήλθε εις την συναγωγήν των Εβραίων, εκήρυττε με θάρρος επί τρεις μήνας, συνδιελέγετο με τους Ιουδαίους και με τα χωρία της Γραφής και τα άλλα επιχειρήματα τους έπειθε να πιστεύσουν εις την βασιλείαν του Θεού. 


ΠΗΓΗ: www.saint.gr