Tῇ ΚΕ΄ τοῦ αὐτοῦ
μηνὸς Δεκεμβρίου
|
|
|
† Η ΚΑΤΑ ΣΑΡΚΑ
ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
|
|
|
|
|
|
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
|
|
|
Μετά τον Ἐξάψαλμο·
|
|
|
Θεός Κύριος… μετά τῆς
συνήθους στιχολογίας καὶ τὸ
|
|
|
Ἀπολυτίκιον Ἦχος δ'
ἐκ γ'
|
|
|
Ἡ γέννησίς σου
Χριστὲ ὁ Θεὸς ἡμῶν, * ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· * ἐν αὐτῇ γὰρ
οἱ τοῖς ἄστροις λατρεύοντες, * ὑπὸ ἀστέρος ἐδιδάσκοντο· * σὲ προσκυνεῖν, τὸν Ἥλιον
τῆς δικαιοσύνης, * καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, * Κύριε δόξα σοι.
|
|
Ἡ γέννησή σου, Χριστὲ
ὁ Θεὸς ἡμῶν, * ἀνέτειλε στὸν κόσμο τὸ φῶς τὸ τῆς γνώσεως· * διότι σ᾿ αὐτὴν, ἐκεῖνοι
ποὺ πρῶτα τὰ ἄστρα λάτρευαν, * τώρα ἀπὸ ἕνα αστέρι διδάσκονταν * νὰ προσκυνοῦν
ἐσένα, τὸν Ἥλιο τῆς Δικαιοσύνης, * καὶ νὰ γνωρίζουν ὅτι εἶσαι ἡ ἐξ ὕψους ἀνατολή·
* Κύριε, δόξα σοι.
|
ΚΑΘΙΣΜΑΤΑ
|
|
|
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
|
|
|
Δεῦτε ἴδωμεν πιστοί,
ποῦ ἐγεννήθη ὁ Χριστός, * ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, * μετὰ τῶν
Μάγων Ἀνατολῆς τῶν Βασιλέων. * Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. * Ποιμένες
ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. * Δόξα ἐν ὑψίστοις λέγοντες, * τῷ σήμερον ἐν Σπηλαίῳ
τεχθέντι, * ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, * ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
|
|
Ἐλᾶτε νὰ ἰδοῦμε,
πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· *
ν᾿ ἀκολουθήσουμε λοιπὸν ἐκεῖ ποὺ ὁδεύει ὁ ἀστέρας, * μὲ τοὺς Μάγους, τῆς Ἀνατολῆς
τοὺς βασιλιάδες. * Ἄγγελοι ὑμνοῦν ἀκαταπαύστως ἐκεῖ. * Ποιμένες στοὺς ἀγροὺς
ψάλλουν ἐπάξια ᾠδή. * Δόξα ἐν ὑψίστοις, λέγοντας, * σ᾿ αὐτὸν ποὺ σήμερα στὸ
σπήλαιο ἐτέχθη * ἀπ᾿ τὴν Παρθένο καὶ Θεοτόκο, * στὴν Βηθλεὲμ τῆς Ἰουδαίας.
|
|
|
|
Κάθισμα ὅμοιον
Τὶ θαυμάζεις Μαριάμ;
τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; * Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, * τοῦ
τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. * Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; * ἄσπορον
γονὴν τὶς ἑώρακεν; * ὅπου Θεὸς δὲ βούλεται, * νικᾶται φύσεως τάξις, ὡς γέγραπται.
* Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, * ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)
|
|
«Τὶ ἀπορεῖς,
Μαριάμ; Τί μένεις ἔκθαμβη μὲ αὐτό που σὲ σένα συντελεῖται;» * «Ἐπειδή ἄχρονο
Υἱό, ἐν χρόνῳ ἐγέννησα», ἀπαντᾶ, * διότι τοῦ γεννηθέντος τὴν σύλληψη ἀκόμα δὲν
κατανοοῦσε. * «Ἄνδρα δὲν γνωρίζω, καὶ πῶς θὰ γεννήσω υἱό; * Γέννηση χωρὶς
σπορὰ ποιὸς ἔχει δεῖ ποτέ; * Ἀλλὰ ὅπου βούλεται ὁ Θεός, * νικιέται τῆς φύσεως
ἡ τάξη, ὅπως ἔχει γραφτεῖ». * Ὁ Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου, * στὴν Βηθλεὲμ
τῆς Ἰουδαίας.
|
|
|
|
Κάθισμα ὅμοιον
Ὁ ἀχώρητος παντί, πῶς
ἐχωρήθη ἐν γαστρὶ; * ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; * πάντως
ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· * ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· * καὶ
γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· * καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου
φυράματος. * Διπλοῦς ἐτέχθη, Χριστὸς * τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. (Δίς)
|
|
Ἐκεῖνος ποὺ τίποτα δὲν
τον χωρεῖ, πῶς μέσα σὲ μήτρα ἐχώρεσε; * Ἐκεῖνος ποὺ εἶναι στοὺς κόλπους τοῦ Πατρός,
πῶς εἶναι τώρα στὶς ἀγκάλες τῆς Μητρός; * μὲ τὸν τρόπο, βεβαίως, ποὺ Ἐκεῖνος
γνωρίζει και θέλησε και εὐδόκησε. * Διότι ἐνῶ ἦταν ἄσαρκος, ἑκουσίως ἐσαρκώθη,
* καὶ ἔγινε, ὁ Ὤν, αὐτὸ ποὺ δὲν ἦταν, γιὰ χάρη μας. * καὶ χωρὶς νὰ βγεῖ ἀπὸ τὴ
θεϊκὴ φύση Του, μετέσχε στὴ δική μας τὴν φύση. * Μὲ δύο φύσεις, ὁ Χριστὸς ἐτέχθη,
* στὸν ἐπουράνιο κόσμο, για νὰ μᾶς ἀποκαταστήσει.
|
Τὸ α' Ἀντίφωνον τοῦ
δ' Ἤχου.
|
|
|
Ἀντίφωνον Α'
|
|
|
Ἐκ νεότητός μου
πολλὰ πολεμεῖ με πάθη, * ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
|
|
Ἀπὸ τὴν νεότητά μου
πολλὰ μὲ πολεμοῦν πάθη, * ἀλλὰ ἐσὺ βοήθησέ
με καὶ σῶσε με, Σωτήρ μου.
|
Οἱ μισοῦντες Σιών,
αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
|
|
Ἐσείς που μισεῖτε τὴν
Σιών, λάβετε αἰσχύνη ἀπὸ τὸν Κύριο· * διότι ὅπως τὸ χορτάρι ἀπὸ τὴν φωτιὰ, ἔτσι
θὰ ξηρανθεῖτε.
|
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα
ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, * τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
|
|
Διὰ τοῦ Ἁγίου
Πνεύματος κάθε ψυχὴ ζωοποιεῖται * καὶ μὲ την κάθαρση ὑψώνεται, λαμπρύνεται * ἀπὸ τὴν ἁγία Τριάδα μὲ μυστικό τρόπο.
|
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει
* τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, ἅπασαν
τὴν κτίσιν πρὸς ζωογονίαν.
|
|
Διὰ τοῦ Ἁγίου
Πνεύματος ἀναβλύζουν * τῆς χάριτος τὰ
ρείθρα, * που ἀρδεύουν ὅλη τὴν κτίση καὶ τὴ ζωογονούν.
|
Προκείμενον Ἦχος δ'
|
|
|
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου
ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.
|
|
|
Στίχ. Εἶπεν ὁ Κύριος
τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἄν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν
ποδῶν σου.
|
|
|
Εὐαγγέλιον κατὰ
Ματθαῖον. (Κεφ. 1,18-25)
|
|
|
Τοῦ Ἰησοῦ Χριστοῦ ἡ
γέννησις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν
αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος
ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ
αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς
Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ
Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς
γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ
τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει
καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον
Μεθ' ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν
αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν
ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
|
|
|
Ὁ Ν' Ψαλμός Ἐλέησόν
με, ὁ Θεός…
|
|
|
Δόξα... Ἦχος β'
|
|
|
Τὰ σύμπαντα σήμερον,
χαρᾶς πληροῦνται. * Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.
|
|
Τὰ σύμπαντα σήμερα
μὲ χαρά γεμίζουν, * ὁ Χριστὸς γεννήθηκε
ἀπὸ τὴν Παρθένο.
|
Καὶ νῦν ... Τὸ αὐτό.
|
|
|
Ἐλέησόν με ὁ Θεός...
Ἦχος πλ. β'
|
|
|
Δόξα ἐν ὑψίστοις Θεῷ
καὶ ἐπὶ γῆς εἰρήνη. * Σήμερον δέχεται ἡ Βηθλεέμ, * τὸν καθήμενον διὰ παντὸς σὺν
Πατρί. * Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, * θεοπρεπῶς δοξολογοῦσι. * Δόξα
ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
|
|
«Δόξα ἐν ὑψίστοις
Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη». * Σήμερα δέχεται ἡ Βηθλεὲμ * αὐτὸν ποὺ κάθεται πάντοτε
μαζὶ μὲ τὸν Πατέρα. * Σήμερα Ἄγγελοι τὸ βρέφος ποὺ ἐγεννήθη, * ὅπως ταιριάζει
σὲ Θεό, δοξολογοῦν: * «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις
εὐδοκία».
|
ΟΙ ΚΑΝΟΝΕΣ
|
|
|
Ὁ α΄ Κανών, Ἁγίου
Κοσμᾶ, ἐπισκόπου Μαϊουμᾶ.
|
|
|
Ὠδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
«Χριστὸς γεννᾶται,
δοξάσατε. * Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. * Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, * ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ, * ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
|
|
|
|
Ὁ Χριστὸς γεννᾶται·
δοξάστε τὸν. * Ὁ Χριστὸς ἀπὸ τοὺς οὐρανούς·
προϋπαντῆστε τὸν. * Ὁ Χριστὸς κάτω στὴ
γῆ· ὑψωθεῖτε. * Ἂς ψάλλει στὸν Κύριο ὅλη
ἡ γῆ, * καὶ μὲ εὐφροσύνη * ἀνυμνῆστε οἱ λαοί· διότι εἶναι δοξασμένος.
|
Ῥεύσαντα ἐκ παραβάσεως,
* Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, * ὅλον τῆς φθορᾶς ὑπάρξαντα, * κρείττονος ἑπταικότα θείας ζωῆς, * αὖθις ἀναπλάττει, * ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.
|
|
Αὐτὸν ποὺ ἐξέπεσε μὲ
τὴν παράβαση, * ἐνῷ ἦταν κατ’ εἰκόνα
Θεοῦ δημιουργημένος, * κι εἰσῆλθε ἔτσι
ὅλος στὴ φθορὰ * καὶ ἔχασε τὴν ἀνώτερη,
θεῖα ζωή· * τώρα πάλι τὸν ἀναπλάττει *
ὁ σοφὸς Δημιουργός, διότι εἶναι δοξασμένος.
|
Ἰδὼν ὁ Κτίστης ὀλλύμενον,
* τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, * κλίνας οὐρανοὺς κατέρχεται, * τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, * ὅλον οὐσιοῦται, * ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.
|
|
Βλέποντας ὁ Κτίστης
νὰ χάνεται * ὁ ἄνθρωπος, ποὺ μὲ τὰ
χέρια Του ἔπλασε, * κλίνει τοὺς οὐρανοὺς
καὶ κατέρχεται * κι ἀπὸ τὴ θεῖα Παρθένο
καὶ ἁγνὴ * ὁλόκληρη τὴν ουσία του παίρνει
* σαρκούμενος ἀληθῶς, διότι εἶναι
δοξασμένος.
|
Σοφία λόγος καὶ δύναμις,
* Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, * Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, * ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, * καὶ ἐνανθρωπήσας, * ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.
|
|
Ἡ Σοφία, ὁ Λόγος καὶ
ἡ Δύναμις, * ὡς Υἱὸς τοῦ Πατρός·καὶ ἀπαύγασμά
Του, * ὁ Χριστὸς ὁ Θεός, κρυφὰ ἀπὸ ὅλες
τὶς δυνάμεις, * ὑπερκόσμιες καὶ
γήινες, * ἐνανθρώπησε * καὶ μᾶς ἀνέκτησε, διότι εἶναι δοξασμένος.
|
Ὁ β΄ Κανὼν Ἰαμβικός,
Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ
|
|
|
Ὤδὴ α' Ἦχος ὁ αὐτὸς
Ὁ Εἱρμὸς
|
|
|
«Ἔσωσε λαόν,
θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα
χερσώσας πάλαι·
Ἑκὼν δὲ τεχθεὶς ἐκ
Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν·
ὃν κατ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ
βροτοῖς δοξάζομεν». (δίς)
|
|
Ἔσωσε τὸν λαὸ μὲ θαῦμα
ὁ δεσπότης
τὴν θάλασσα
κάνοντας ξηρά, παλιά, τότε·
καὶ τώρα ἑκουσίως
γεννηθεὶς ἐκ Παρθένου,
μᾶς κάνει βατὴ τὴν
οὐράνια ὁδό. Αὐτὸν κατ᾿ οὐσίαν
ἴσο μὲ τὸν Πατέρα
καὶ τοὺς βροτούς, δοξάζουμε.
|
Δόξα…
|
|
|
Ἤνεγκε γαστὴρ
ἡγιασμένη Λόγον,
Σαφῶς ἀφλέκτῳ
ζωγραφουμένη βάτῳ,
Μιγέντα μορφῇ, τῇ
βροτησίᾳ Θεόν,
Εὔας τάλαιναν, νηδὺν
ἀρᾶς τῆς πάλαι,
Λύοντα πικρᾶς, ὃν
βροτοὶ δοξάζομεν.
|
|
Κράτησε ἡ ἁγιασμένη
κοιλία τὸν Λόγο,
(ἐκείνη ποὺ εἰκονίστηκε
ἀπ᾿ τὴν ἄφλεκτη βάτο)
τὸν Θεὸ ποὺ ἑνώθηκε
μὲ τὴν ἀνθρώπινη φύση
καὶ τῆς δύστυχης Εὔας
τὴ μήτρα ἀπ’ τὴν πρώτη κατάρα
τὴν πικρή, τὴ
λύτρωσε· αὐτὸν δοξάζουμε.
|
Καὶ νῦν…
|
|
|
Ἔδειξεν ἀστὴρ
τὸν πρὸ ἡλίου Λόγον,
Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν
Μάγοις,
Σαφῶς πενιχρὸν εἰς
σπέος τὸν συμπαθῆ,
Σὲ σπαργάνοις ἑλικτόν·
ὃν γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ
βροτὸν καὶ Κύριον.
|
|
Ὁ ἀστέρας ἔδειξε τὸν
πρὸ ἡλίου Λόγο
ποὺ ἦλθε νὰ παύσει
τὴν ἁμαρτία, στοὺς μάγους,
σὲ σπήλαιο πενιχρὸ
τὸν εὔσπλαχνο, Ἐσένα,
τυλιγμένο μὲ σπάργανα·
καὶ μ᾿ εὐφροσύνη
Σε κατενόησαν καὶ
Θεὸ καὶ ἄνθρωπο.
|
Ὠδὴ γ' Ὁ Εἱρμὸς
|
|
|
«Τῶ πρὸ τῶν αἰώνων,
* ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, * καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, * σαρκωθέντι ἀσπόρως, * Χριστῷ τῷ Θεῷ βοήσωμεν· * ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, * ἅγιος εἶ Κύριε».
|
|
Στὸν Υἱό, ποὺ πρὶν ἀπὸ
τοὺς αἰῶνες * ἐκ τοῦ Πατρὸς ἀναλλοιώτως
ἐγεννήθη, * καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων
ἀπ’ τὴν Παρθένο * ἄνευ σπορᾶς ἐσαρκώθη·
* στὸν Χριστὸ τὸν Θεό, ἄς ἀναβοήσουμε:
* σὺ ποὺ ἀνύψωσες τὴ δύναμή μας· * ἅγιος εἶσαι, Κύριε.
|
Ὁ τῆς ἐπιπνοίας, * μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, * καὶ πρὸς φθορὰν κατολισθήσας, * γυναικείᾳ ἀπάτῃ, * Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, * ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, * ἅγιος εἶ Κύριε.
|
|
Αὐτὸς ποὺ στὴ θεῖα
πνοὴ * τὴν ἀνώτερη μετείχε, ὁ χοϊκὸς Ἀδάμ,
* ἀλλὰ γλύστρησε πρὸς τὴν φθορὰ * ἀπὸ γυναικεία ἀπάτη, * τὸν Χριστὸ τώρα βλέποντας νὰ γεννᾶται ἀπὸ
γυναῖκα, ἀναβοᾶ: * ἐσὺ ποὺ γιὰ μένα ἔγινες
σὰν ἐμένα· * ἅγιος εἶσαι, Κύριε.
|
Σύμμορφος πηλίνης, * εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, * καὶ μετοχῇ σαρκὸς τῆς χείρω, * μεταδοὺς θείας φύτλης, * βροτὸς πεφυκώς, καὶ μείνας Θεός, * καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, * Ἅγιος εἶ Κύριε.
|
|
Σύμμορφος τῆς
πήλινης * καὶ εὐτελοῦς διαπλάσεως ἔγινες
Χριστέ, * καὶ μετέχοντας στὴ σάρκα τὴν
κατώτερη * τῆς μετέδωσες θεῖα φύτρα· * βροτὸς γεννήθηκες μένοντας Θεός, * καὶ ἀνύψωσες τὴ δύναμή μας· * Ἅγιος εἶσαι, Κύριε.
|
Βηθλεὲμ εὐφραίνου, * Ἡγεμόνων Ἰούδα βασίλεια· * τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, * Χερουβὶμ ὁ ἐπ' ὤμων, * ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, * καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, * πάντων ἐβασίλευσεν.
|
|
Βηθλεέμ, εὐφραίνου,
* τῶν Ἰουδαίων ἡγεμόνων ἡ βασίλισσα, * διότι τοῦ Ἰσραὴλ ὁ ποιμένας, * ποὺ ἀναπαύεται στῶν Χερουβὶμ τοὺς ὤμους, * ὁ Χριστός, ποὺ προῆλθε ἀπὸ ἐσένα ἐμφανῶς, * καὶ ἀνύψωσε τὴ δύναμή μας, * σὲ ὅλους ἐβασίλευσε.
|
Ὤδὴ γ' Ἰαμβικὸς Ὁ Εἱρμὸς
|
|
|
«Νεῦσον πρὸς ὕμνους
οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν
ἐπηρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα
τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς τῇ
βάσει τῆς πίστεως».(Δίς)
|
|
Καταδέξου τοὺς ὕμνους
τῶν δούλων, εὐεργέτα,
τοῦ ἐχθροῦ
ταπείνωσε τὴν ὑπεροπτικὴ ματιά,
κι ἀνέβασέ μας,
παντεπόπτα, ἀπὸ τὴν ἁμαρτία
πιὸ πάνω, ἀκλόνητα
στερεωμένους,
μακάριε, τοὺς
μελωδούς σου, στὴ βάση τῆς πίστεως.
|
Δόξα…
|
|
|
Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος
χορός,
Ἄγραυλος ἐκλονεῖτο,
τῷ ξένῳ τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε
τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως
σαρκούμενον.
|
|
Τῆς πάναγνης Νύμφης
τὸν μακάριο τόκο
σὰν ἀξιώθηκε ὑπὲρ ἔννοιαν
νὰ δεῖ ὁ χορὸς
τῶν ποιμένων,
σάστισε μὲ τὸ παράδοξο θαῦμα
καὶ τὴν τάξη βλέποντας
τῶν ἀσωμάτων νὰ ψάλλει
τὸν Βασιλέα Χριστό,
ποὺ ἀσπόρως σαρκώνονταν.
|
Καὶ νῦν…
|
|
|
Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου
Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν·
ἀλλ' ἐπ' ἐσχάτων
Λόγος παχυνθεὶς
σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ
πρωτόκτιστον.
|
|
Ὁ βασιλεὺς τῶν οὐρανῶν
ἀπὸ εὐσπλαχνία
γεννιέται σὲ μᾶς ἀπὸ
ἀνύμφευτη κόρη
ἄυλος ὄντας πρίν, ἀλλ᾿
ἒπ᾿ ἐσχάτων
Λόγος ποὺ φόρεσε
σάρκα, τὸν πεσόντα
γιὰ νὰ ἑλκύση πάλι
κοντά του πρωτόπλαστο.
|
Ἡ Ὑπακοὴ Ἦχος πλ.
δ'
|
|
|
Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν,
* ὁ οὐρανὸς σοι προσεκόμισε, * τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, * δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· * οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι,
* ἀλλ' ἐσχάτη πτωχεία· * τὶ γάρ εὐτελέστερον σπηλαίου; * τὶ δὲ ταπεινότερον σπαργάνων; * ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος.
* Κύριε δόξα σοι.
|
|
Σὰν τὴν πρώτη-πρώτη
σοδειὰ ἀπὸ τὰ ἔθνη * ὁ οὐρανὸς προσκόμισε
προσφορὰ σὲ σένα, * τὸ νήπιο ποὺ κειτόσουν
στὴ φάτνη, * με άστρο καλώντας, τοὺς
Μάγους· * κι αὐτοὶ ἐξεπλάγησαν, ὄχι ἀπὸ
σκῆπτρα καὶ θρόνους, * ἀλλὰ ἀπὸ τὴν ἔσχατη
πτωχεία. * Διότι, τί εἶναι πιὸ εὐτελὲς
ἀπὸ τὸ σπήλαιο; * Καὶ τί πιὸ ταπεινὸ ἀπὸ
τὰ σπάργανα; * Ἀλλὰ σ᾿ αὐτὰ ἔλαμψε τῆς
Θεότητός σου ὁ πλοῦτος · * Κύριε, δόξα
σοι.
|
Κοντάκιον Ἦχος γ΄ Αὐτόμελον,
Ῥωμανοῦ τοῦ Μελῳδοῦ
|
|
|
Ἡ Παρθένος σήμερον,
τὸν ὑπερούσιον τίκτει, * καὶ ἡ γῆ τὸ
Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. * Ἄγγελοι
μετὰ Ποιμένων δοξολογοῦσι. * Μάγοι δὲ
μετὰ ἀστέρος ὁδοιποροῦσι· * δι' ἡμᾶς γὰρ
ἐγεννήθη, * Παιδίον νέον, ὁ πρὸ αἰώνων
Θεός.
|
|
Ἡ Παρθένος σήμερα τὸν
Ὑπερούσιο τίκτει * καὶ ἡ γῆ τὸ σπήλαιο στὸν Ἀπρόσιτο προσφέρει. * Οἱ Ἄγγελοι
μὲ τοὺς Ποιμένες δοξολογοῦν * καὶ οἱ Μάγοι μὲ τὸ ἄστρο ὁδοιποροῦν, * διότι γιὰ
ἐμᾶς ἐγεννήθη * ὡς Παιδὶ νέο, ὁ πρὸ αἰώνων Θεός.
|
Ὁ Οἶκος
|
|
|
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε,
δεῦτε ἴδωμεν· * τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν,
δεῦτε λάβωμεν, * τὰ τοῦ Παραδείσου ἔνδον
τοῦ Σπηλαίου. * Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος,
βλαστάνουσα ἄφεσιν· * ἐκεῖ εὑρέθη φρέαρ
ἀνώρυκτον, * οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν·
* ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν
ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· * διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, *
Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
|
|
Τὴν Ἐδέμ ἡ Βηθλεὲμ ἄνοιξε,
ἐλᾶτε νὰ δοῦμε· * τὴν τρυφή κρυμμένη βρήκαμε, ἐλᾶτε νὰ λάβουμε * τοῦ Παραδείσου
τὰ δῶρα ἐντός τοῦ Σπηλαίου. * ἐκεῖ ἐφάνη ρίζα ἀπότιστη ποὺ βλαστάνει ἄφεση, *
ἐκεῖ εὑρέθηκε πηγάδι που δεν ορύχθηκε, * ἀπ᾿ ὅπου ὁ Δαβὶδ παλιὰ νὰ πιεῖ ἐπεθύμησε.
* Ἐκεῖ ἡ Παρθένος γεννώντας Βρέφος * τὴν δίψα ἔπαυσεν εὐθὺς τοῦ Ἀδὰμ καὶ τοῦ
Δαβίδ. * Γι᾿ αὐτὸ πρὸς τούτο ἂς βιαστούμε, ἐκεῖ ποὺ ἐγεννήθη * ὡς Παιδὶ νέο, ὁ
πρὸ αἰώνων Θεός.
|
Σ υ ν α ξ ά ρ ι ο ν
|
|
|
Τῇ ΚΕ' τοῦ αὐτοῦ
μηνός, ἡ κατὰ σάρκα Γέννησις
τοῦ Κυρίου καὶ Θεοῦ
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
|
|
|
Θεὸς τὸ τεχθέν, ἡ δὲ
Μήτηρ Παρθένος.
Τὶ μεῖζον ἄλλο καινὸν
εἶδεν ἡ κτίσις;
Παρθενικὴ Μαρίη Θεὸν
εἰκάδι γείνατο πέμπτη.
|
|
Θεὸς τὸ βρέφος ποὺ
γεννήθηκε· κι ἡ μητέρα, Παρθένος.
Ποιὸ ἄλλο
σπουδαιότερο θαῦμα εἶδε ἡ κτίση;
Ἡ Παρθένος Μαρία
γέννησε τὸν Θεὸν τὴν εἰκοστὴ πέμπτη.
|
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ
προσκύνησις τῶν Μάγων.
|
|
|
Σὲ προσκυνοῦσα τάξις
ἐθνική, Λόγε,
Τὸ πρὸς σὲ δηλοῖ τῶν
Ἐθνῶν μέλλον σέβας.
|
|
Προσκυνώντας σε ἡ ὁμάδα
τῶν ἐθνικῶν, Λόγε,
τὸ μελλοντικό των ἐθνῶν
πρὸς ἐσένα δηλώνει σέβας.
|
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.
|
|
|
Ποίμνην ἀφέντες τὴν
ἑαυτῶν Ποιμένες,
Ἰδεῖν καλὸν σπεύδουσι
Χριστὸν ποιμένα.
|
|
Τὴ δική τους τὴν
ποίμνη ἄφησαν οἱ ποιμένες
καὶ σπεύδουν νὰ δοῦν
τὸν Χριστὸ, τὸν καλὸ Ποιμένα.
|
Αὐτῷ ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
|
|
|
ΚΑΤΑΒΑΣΙΕΣ (πεζές
& Ἰαμβικὲς)
|
|
|
Ὠδὴ α’.Ἦχος α’.
|
|
|
Χριστὸς γεννᾶται
δοξάσατε· * Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε·
* Χριστὸς ἐπὶ γῆς ὑψώθητε. * ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, * καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
|
|
Ὁ Χριστὸς γεννᾶται·
δοξάστε τὸν. * Ὁ Χριστὸς ἀπὸ τοὺς οὐρανούς·
προϋπαντῆστε τὸν. * Ὁ Χριστὸς κάτω στὴ
γῆ· ὑψωθεῖτε. * Ἂς ψάλλει στὸν Κύριο ὅλη
ἡ γῆ, * καὶ μὲ εὐφροσύνη * ἀνυμνῆστε οἱ λαοί· διότι εἶναι δοξασμένος.
|
|
|
|
Ἔσωσε λαόν,
θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα
χερσώσας πάλαι.
Ἑκών δὲ τεχθεὶς ἐκ
Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν·
ὃν κατ᾿ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ
βροτοῖς δοξάζομεν.
|
|
Ἔσωσε τὸν λαὸ μὲ θαῦμα
ὁ δεσπότης
τὴν θάλασσα
κάνοντας ξηρά, παλιά, τότε·
καὶ τώρα ἑκουσίως
γεννηθεὶς ἐκ Παρθένου,
μᾶς κάνει βατὴ τὴν
οὐράνια ὁδό. Αὐτὸν κατ᾿ οὐσίαν
ἴσο μὲ τὸν Πατέρα
καὶ τοὺς βροτούς, δοξάζουμε.
|
Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, * ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, * καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, * σαρκωθέντι ἀσπόρως, * Χριστῷ τῷ Θεῷ βοήσωμεν· * Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, * Ἅγιος εἶ Κύριε.
|
|
|
|
Στον Υἱό, ποὺ πρὶν ἀπὸ
τοὺς αἰῶνες * ἐκ τοῦ Πατρὸς ἐγεννήθη ἀναλλοιώτως,
* καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων ἀπ’ τὴν Παρθένο
* ἄνευ σπορᾶς ἐσαρκώθη· * στὸν
Χριστὸ τὸν Θεό, ἄς ἀναβοήσουμε: * σὺ ποὺ
ἀνύψωσες τὴ δύναμή μας· * Ἅγιος εἶσαι,
Κύριε.
|
|
|
|
Νεῦσον πρὸς ὕμνους,
οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν, τὴν
ἐπηρμένην ὀφρύν·
φέρων τε Παντεπόπτα,
τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ μελωδούς, τῇ
βάσει τῆς πίστεως.
|
|
Καταδέξου τοὺς ὕμνους
τῶν δούλων, εὐεργέτα,
τοῦ ἐχθροῦ
ταπείνωσε τὴν ὑπεροπτικὴ ματιά,
κι ἀνέβασέ μας,
παντεπόπτα, ἀπὸ τὴν ἁμαρτία
πιὸ πάνω, ἀκλόνητα
στερεωμένους,
μακάριε, τοὺς
μελωδούς σου, στὴ βάση τῆς πίστεως.
|
Ὠδὴ δ΄.
Ῥάβδος ἐκ τῆς ῥίζης
Ἰεσσαί, * καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, * ἐκ τῆς Παρθένου ἀνεβλάστησας, * ἐξ ὄρους ὁ αἰνετός, * κατασκίου δασέος· * ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, * ὁ ἄυλος καὶ Θεός. * Δόξα τῇ δυνάμει Σου Κύριε.
|
|
|
|
Βλαστὸς φύτρωσε ἀπὸ
τὴ ρίζα τοῦ Ἰεσσαὶ * καὶ σὰν ἄνθος ἀπὸ
αυτήν, Χριστέ, * ἔτσι ἀπὸ τὴν Παρθένο ἐβλάστησες, * σὺ ὁ εὐλογημένος, σὰν ἀπὸ ὄρος, * σκιερὸ ἀπὸ τὰ δέντρα καὶ δασύ· * ἦλθες παίρνοντας σάρκα ἀπὸ τὴν
Παρθένο, * ἐσὺ ὁ ἄϋλος καὶ Θεός. * Δόξα στὴ δύναμή σου, Κύριε.
|
|
|
|
Γένους βροτείου, τὴν
ἀνάπλασιν πάλαι,
Ἄδων Προφήτης, Ἀββακούμ,
προμηνύει,
Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς
τὸν τύπον·
Νέον βρέφος γάρ, ἐξ
ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν
Λόγος.
|
|
Τοῦ γένους τῶν βροτῶν
τὴν ἀνάπλαση τότε,
ὁ προφήτης
ψάλλοντας Ἀββακοὺμ προμηνύει,
ἀξιωμένος νὰ δεῖ τὸν
ἀνέκφραστο τύπο:
νέον βρέφος, σὰν ἀπὸ
ὄρος, τὴν Παρθένο,
ἐξῆλθε τοὺς λαοὺς ν’
ἀναπλάσει ὁ Λόγος.
|
Ὠδὴ ε΄.
Θεὸς ὢν εἰρήνης, * Πατὴρ οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, * εἰρήνην παρεχόμενον, * ἀπέστειλας ἡμῖν· * ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, * ἐκ νυκτὸς ὀρθρίζοντες, * δοξολογοῦμέν Σε, Φιλάνθρωπε.
|
|
|
|
Ὡς Θεὸς τῆς εἰρήνης
ποὺ εἶσαι, * καὶ Πατὴρ τῶν οἰκτιρμῶν, * τῆς μεγάλης βουλῆς σου τὸν ἀγγελιαφόρο, * ποὺ παρέχει τὴν εἰρήνη, * ἀπέστειλες σὲ μᾶς· * ἀφοῦ λοιπὸν στῆς θεογνωσίας τὸ φῶς ὁδηγηθήκαμε,
* ξυπνώντας νωρίς, ἀπὸ τὴ νύχτα, * ἐσὲνα δοξάζουμε, φιλάνθρωπε.
|
|
|
|
Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης
πλάνης,
Ἱλασμὸν ἡμῖν, Χριστὲ
τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν, ὕμνον
ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων, εὐχερῆ
τε τὴν τρίβον·
Καθ' ἣν ἀνατρέχοντες,
εὔροιμεν κλέος.
|
|
Ἀπ᾿ τὴ νύχτα τῶν ἔργων
τῆς ζοφερῆς πλάνης
ἱλασμὸ σὲ μᾶς,
Χριστὲ (ποὺ ξαγρυπνώντας
ὕμνο Σου προσφέρουμε
ὡς εὐεργέτη),
ἔλα καὶ δώσ᾿ μας· καὶ
ἄνοιξε τὸν δρόμο
ποὺ ἀκολουθώντας τὸν
θὰ ’βρουμε τὴν οὐράνια δόξα.
|
Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, * ἔμβρυον ἀπήμεσεν, * ἐνάλιος θήρ, οἷον ἐδέξατο· * τῇ Παρθένῳ δέ, * ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, * διελήλυθε φυλάξας ἀδιάφθορον· * ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, * τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
|
|
|
|
Ἀπὸ τὰ σπλάχνα του
τὸν Ἰωνὰ * σὰν ἔμβρυο ἐξέμεσε * τὸ θαλάσσιο θηρίο, ἀτόφυο: ὅπως τὸν δέχτηκε. * Ἔτσι καὶ στὴν Παρθένο, * ἀφοῦ ἐνοίκησε ὁ Λόγος καὶ σάρκα ἔλαβε, * διῆλθε ἀπὸ αὐτὴν φυλάττοντας τὴν ἄφθορη· * κι ἀπὸ τὴν ἀλλοίωση ποὺ ὁ ἴδιος δὲν ὑπέστη, * διεφύλαξε ἀβλαβῆ κι ἐκείνην ποὺ τὸν γέννησε.
|
|
|
|
Ναίων Ἰωνᾶς, ἐν
μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ
ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ
τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν
κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε, τῆς
ἐμῆς ῥᾳθυμίας.
|
|
Ὁ Ἰωνᾶς κλεισμένος
στοὺς μυχοὺς τῆς θαλάσσης
δεόταν νὰ βγεῖ καὶ
νὰ νικήσει τὴ ζάλη.
Κι ἐγὼ ποὺ
πληγώθηκα ἀπ’ τοῦ τυράννου τὸ βέλος
Χριστέ, σὲ καλῶ, ποὺ
τὰ δεινὰ ἀποδιώχνεις
νὰ ἔλθεις, προφταίνοντας
τὴ ραθυμία.
|
Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ
συντραφέντες, * δυσσεβοῦς προστάγματος
καταφρονήσαντες, * πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, * ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· * Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.
|
|
|
|
Οἱ Παῖδες, ποὺ μὲ εὐσέβεια
ἀνατράφηκαν, * τὸ ἀσεβὲς πρόσταγμα
καταφρόνησαν, * καὶ ἀπὸ τὴν ἀπειλὴ τῆς
φωτιᾶς δὲν πτοήθηκαν, * ἀλλὰ στὸ μέσο
τῆς φλόγας στέκοντας ἔψαλλαν: * Ὁ τῶν
πατέρων, Θεὸς εὐλογητὸς εἶ.
|
|
|
|
Τῷ παντάνακτος, ἐξεφαύλισαν
πόθῳ,
Ἄπλητα θυμαίνοντος,
ἠγκιστρωμένοι,
Παῖδες τυράννου, δύσθεον
γλωσσαλγίαν·
Οἷς εἴκαθε πῦρ, ἄσπετον
τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας,
εὐλογητὸς εἶ.
|
|
Στοῦ παμβασιλέα Θεοῦ
τὸν πόθο ἀγκιστρωμένοι,
ντρόπιασαν τοῦ ἄμετρα
ὀργισμένου τυράννου
οἱ τρεῖς παῖδες τὴν
ἀντίθεη βλασφημία
κι ἡ φλόγα ἡ ἀνείπωτη
ἔφευγε, στὸν Δεσπότη
καθὼς ἔλεγαν: «Εἰς
αἰῶνας εὐλογητὸς εἰ».
|
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν
καὶ προσκυνοῦμεν τὸν Κύριον.
|
|
|
|
|
Θαύματος ὑπερφυοῦς ἡ
δροσοβόλος, * ἐξεικόνισε κάμινος τύπον·
* οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, * ὡς οὐδὲ πῦρ τῆς Θεότητος, * Παρθένου ἣν ὑπέδυ νηδύν· * διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· * Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, * καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
|
|
Τοῦ ὑπερφυοῦς
θαύματος τὸν τύπο * εἰκόνισε ἡ κάμινος
ποὺ δροσοβολοῦσε· * διότι δὲν φλέγει
τοὺς νέους ποὺ δέχτηκε ἐντὸς της, * ὅπως
οὔτε τὸ πῦρ τῆς θεότητος * ἔφλεξε τῆς
Παρθένου τὴν μήτρα, ὅπου εἰσῆλθε. * Γι’
αὐτό, ἀνυμνώντας ἂς ἀναμέλψουμε: * «Εὐλογείτω,
ἡ κτίσις πᾶσα τὸν Κύριον, * καὶ ὑπερυψούτω,
εἰς πάντας τοὺς αἰῶνας».
|
|
|
|
Μήτραν ἀφλέκτως, εἰκονίζουσι
Κόρης,
Οἱ τῆς παλαιᾶς,
πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα,
θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον, ἐξανίστησι
χάρις.
|
|
Τὴν μήτρα τῆς Κόρης
εἰκονίζουν οἱ νέοι
τῆς Παλαιᾶς
Διαθήκης, ποὺ ἄφλεκτα πυρπολοῦνται·
ἐκείνην ποὺ ὑπερφυῶς
κυοφορεῖ σφραγισμένη.
Καὶ τώρα, ὅπως
τότε, μὲ ὅμοιο θαῦμα
τὸν κόσμο πρὸς ὕμνον
ἐξεγείρει ἡ χάρις.
|
Την Θεοτόκον και
Μητέρα τοῦ Φωτός…
|
|
|
ᾨδὴ θ' Ὁ Εἱρμὸς
|
|
|
Μεγάλυνον ψυχή μου,
τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. (Δίς)
|
|
Μεγάλυνον ψυχή μου,
τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. (Δίς)
|
Μεγάλυνον ψυχή μου,
τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
|
|
Μεγάλυνον ψυχή μου,
τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
|
Μεγάλυνον ψυχή μου,
τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
|
|
Μεγάλυνον ψυχή μου,
τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
|
Μεγάλυνον ψυχή μου,
τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
|
|
Μεγάλυνον ψυχή μου,
τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
|
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! * οὐρανὸν τὸ Σπήλαιον· * θρόνον Χερουβικόν, τὴν Παρθένον· * τὴν φάτνην χωρίον· * ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, * Χριστὸς ὁ Θεός· * ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
|
|
Μυστήριο θαυμαστὸ
βλέπω καὶ παράδοξο! * νὰ γίνεται οὐρανὸς
τὸ σπήλαιο, * θρόνος Χερουβικὸς ἡ Παρθένος,
* κι ἡ φάτνη νὰ γίνεται τόπος, * ὅπου ἀναπαύτηκε ἐκείνος ποὺ κανεὶς τόπος δὲν
χωρᾶ, * ὁ Χριστὸς ὁ Θεός· * ποὺ ὑμνολογώντας
τὸν μεγαλύνουμε.
|
Μεγάλυνον ψυχή μου,
τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
|
|
|
Ἐξαίσιον δρόμον, ὁρῶντες
οἱ Μάγοι, * ἀσυνήθους νέου ἀστέρος * ἀρτιφαοῦς, οὐρανίου * ὑπερλάμποντος, * Χριστὸν Βασιλέα ἐτεκμήραντο, * ἐν γῇ γεννηθέντα Βηθλεέμ, * εἰς σωτηρίαν ἡμῶν.
|
|
Τὸν ἐξαίσιο δρόμο
βλέποντας οἱ μάγοι * τοῦ ἀσυνήθιστου
νέου ἀστέρος * τοῦ καινοφανοῦς, ποὺ στὸν
οὐρανὸ * πάνω ἀπ’ ὅλα τὰ ἀστέρια ἔλαμπε,
* βεβαιώθηκαν ὅτι ὁ βασιλεὺς Χριστός, * στὴ γῆ γεννήθηκε τῆς Βηθλεέμ, * γιὰ τὴ σωτηρία μας.
|
Μεγάλυνον ψυχή μου,
τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
|
|
Μεγάλυνον ψυχὴ μου,
τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
|
Νεηγενὲς Μάγων λεγόντων,
* παιδίον Ἄναξ, * οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; * εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· * μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, * Χριστὸν ἀνελεῖν, * ὁ θεομάχος φρυαττόμενος.
|
|
«Το νεογέννητο» ἔλεγαν
οἱ Μάγοι, * «παιδὶ ποὺ εἶναι βασιλιάς,
* καὶ ποὺ τὸ ἀστέρι του φάνηκε, ποῦ βρίσκεται;
* Γιὰ τὴν προσκύνησή του ἔχουμε ἔλθει».
* Ἀπὸ μανία τότε ὁ Ἡρώδης ταρασσόταν, * νὰ σκοτώσει τὸν Χριστὸ ὁ θεομάχος λυσσώντας.
|
Μάγοι καὶ Ποιμένες,
ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
|
|
Μάγοι καὶ Ποιμένες,
ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.
|
Ἠκρίβωσε χρόνον Ἡρῴδης
ἀστέρος, * οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι * ἐν Βηθλεέμ, προσκυνοῦσι * Χριστῷ σὺν δώροις· * ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, * δεινὸν παιδοκτόνον, * ἐγκατέλιπον παιζόμενον.
|
|
Ἐξακρίβωσε ὁ Ἡρώδης
τὸν χρόνο τοῦ ἀστέρα, * ποὺ μὲ τὴν καθοδήγησή
τοῦ οἱ μάγοι * στὴ Βηθλεέμ, προσκυνοῦν
* τὸν Χριστὸ, φέρνοντάς δῶρα. * Κι ἀπ’ Αὐτὸν πρὸς τὴν πατρίδα ὁδηγούμενοι,
* τὸν δεινὸ παιδοκτόνο * τὸν ἄφησαν νὰ ἐμπαίζεται.
|
Ἰαμβικὸς
|
|
|
Σήμερον ἡ Παρθένος,
τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
|
|
Σήμερον ἡ Παρθένος,
γεννᾶ τὸν Δεσπότην, εντός του Σπηλαίου.
|
Σήμερον ὁ Δεσπότης,
τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
|
|
Σήμερον ὁ Δεσπότης,
γεννᾶται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
|
Σήμερον οἱ Ποιμένες,
βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.
|
|
Σήμερον οἱ Ποιμένες,
βλέπουν τὸν Σωτῆρα, με σπαργάνα τυλιγμένο να κείτεται στην Φάτνη.
|
Σήμερον ὁ Δεσπότης,
ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.
|
|
Σήμερον ὁ Δεσπότης,
με ύφασμα παλιό σπαργανώνεται ὡς βρέφος, Εκείνος που δεν μπορεί κανείς να Τον
αγγίξει.
|
Σήμερον πᾶσα κτίσις,
ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης. *
|
|
Σήμερον πᾶσα κτίσις,
ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.
|
«Στέργειν μὲν ἡμᾶς,
ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ
δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν,
συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ
καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις
δίδου».
|
|
Νὰ στέργουμε εἶν᾿ εὐκολότερο
τὴν σιωπὴ ἀπὸ φόβο
καθότι ἀκίνδυνη· ἐνῶ
ἀπ᾿τὸν πόθο, Παρθένε,
νὰ ὑφαίνουμε ὕμνους
ἁρμονικὰ ταιριασμένους
ἐπίπονο εἶναι. Ἀλλά,
Μητέρα,
τὸ σθένος ἀνάλογο μὲ
τὴν προαίρεση δίνε.
|
Οὐράνιαι Δυνάμεις
τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ. (το αυτό)
|
|
|
Δόξα... Μεγάλυνον
ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
|
|
|
Τύπους ἀφεγγεῖς καὶ
σκιὰς παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου
δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης
κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας
φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν
γαστέρα.
|
|
Τοὺς τύπους τοὺς ἀσαφεῖς
καὶ τὶς σκιὲς τοῦ νόμου
νὰ παρέρχονται
βλέποντας, Μητέρα ἁγνή του Λόγου
ποὺ ἐσχάτως ἀναφάνηκε
ἀπὸ κλεισμένη πύλη,
καὶ ἀντὶ γι᾿ αὐτὰ νὰ
λάμπει τὸ φῶς τῆς ἀληθείας,
κατὰ χρέος τὴν ἅγια
κοιλία σου εὐλογοῦμε.
|
Καὶ νῦν ... Μεγάλυνον
ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
|
|
|
Πόθου τετευχώς, καὶ
Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς
ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς
παλιγγενεσίας.
Ὡς ζωοποιοῦ· τὴν χάριν
δὲ Παρθένε,
Νέμοις ἄχραντε,
προσκυνῆσαι τὸ κλέος.
|
|
Τὸν πόθο του ἐκπλήρωσε
καὶ τοῦ Θεοῦ παρουσία
ὁ λαὸς ὁ φιλόχριστος
νὰ δεῖ ἠξιώθη·
μὰ τώρα ἱκετεύει καὶ
τὴν παλιγγενεσία
τὴ ζωοποιό. Λοιπὸν
τὴν χάρη, Παρθένε,
δῶσε του, Ἄχραντε,
νὰ προσκυνήσει τή δόξα.
|
ΚΑΤΑΒΑΣΙΑΙ θ΄ Ὠδῆς ἀμφοτέρων
Κανόνων
|
|
|
Μεγάλυνον ψυχή μου,
τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
|
|
|
«Μυστήριον ξένον, ὁρῶ
καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην
χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
|
|
Μυστήριο θαυμαστὸ
βλέπω καὶ παράδοξο! * νὰ γίνεται οὐρανὸς
τὸ σπήλαιο, * θρόνος Χερουβικὸς ἡ Παρθένος, * κι ἡ φάτνη νὰ γίνεται τόπος, * ὅπου ἀναπαύτηκε ἐκείνος ποὺ κανεὶς τόπος
δὲν χωρᾶ, * ὁ Χριστὸς ὁ Θεός· * ποὺ ὑμνολογώντας
τὸν μεγαλύνουμε.
|
Μεγάλυνον ψυχή μου,
τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
|
|
|
«Στέργειν μὲν ἡμᾶς,
ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ
δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν,
συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ
καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις
δίδου».
|
|
Νὰ στέργουμε εἲν᾿ εὐκολότερο
τὴν σιωπὴ ἀπὸ φόβο
καθότι ἀκίνδυνη· ἐνῶ
ἀπ᾿τὸν πόθο, Παρθένε,
νὰ ὑφαίνουμε ὕμνους
ἁρμονικὰ ταιριασμένους
ἐπίπονο εἶναι. Ἀλλά,
Μητέρα,
τὸ σθένος ἀνάλογο μὲ
τὴν προαίρεση δίνε.
|
|
|
|
Ἐξαποστειλάριον Αὐτόμελον
|
|
|
Ἐπεσκέψατο ἡμᾶς, * ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, * ἀνατολὴ ἀνατολῶν, * καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, * εὕρομεν τὴν ἀλήθειαν· * καὶ γὰρ ἐκ τῆς Παρθένου * ἐτέχθη ὁ Κύριος. (γ΄)
|
|
Μᾶς ἐπισκέφθηκε * ἐξ ὕψους ὁ Σωτήρας μας, * ἡ ἀνατολὴ τῶν ἀνατολῶν·
* κι ἐμεῖς ποὺ ἤμασταν σὲ σκότος καὶ
σκιά, * βρήκαμε τὴν ἀλήθεια· * γιατί ἀπὸ τὴν Παρθένο * ἐτέχθη ὁ Κύριος.
|
ΑΙΝΟΙ
|
|
|
Ἦχος δ' Ἀνδρέου Ἱεροσολυμίτου
|
|
|
1. Αἰνεῖτε αὐτὸν ἐπὶ
ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
|
|
|
Εὐφραίνεσθε Δίκαιοι,
οὐρανοὶ ἀγαλλιᾶσθε, * σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, * Παρθένος καθέζεται,
τὰ Χερουβὶμ μιμουμένη, * βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. * Ποιμένες
τὸν τεχθέντα δοξάζουσι. * Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. * Ἄγγελοι ἀνυμνοῦντες
λέγουσιν· * Ἀκατάληπτε Κύριε, δόξα σοι.
|
|
Εὐφρανθεῖτε οἱ
δίκαιοι, οὐρανοὶ ἀγαλλιάσθε, * ὅρη σκιρτῆστε ἀπὸ χαρά, γιατί γεννήθηκε ὁ Χριστός.
* Ἡ Παρθένος κάθεται μιμούμενη τὰ Χερουβὶμ * καὶ βαστάζει στὴν ἀγκάλη τῆς
τὸν σαρκωμένο Θεὸν Λόγο. * Οἱ ποιμένες τὸν τεχθέντα δοξάζουν, * οἱ Μάγοι στὸν
Δεσπότη δῶρα προσφέρουν, * οἱ ἄγγελοι ἀνυμνοῦν καὶ λέγουν: * Ἀκατάληπτε
Κύριε, δόξα σοι.
|
2. Αἰνεῖτε αὐτὸν ἐν
ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
|
|
|
Ὁ Πατὴρ εὐδόκησεν, ὁ
Λόγος σάρξ ἐγένετο, * καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, * Ἀστὴρ μηνύει·
Μάγοι προσκυνοῦσι· * Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.
|
|
Ὁ Πατὴρ εὐδόκησε, ὁ
Λόγος σαρκώθηκε * καὶ ἡ Παρθένος γέννησε τὸν Θεὸν ποὺ ἐνανθρώπησε. * Ὁ ἀστέρας
ἀναγγέλλει, οἱ Μάγοι προσκυνοῦν, * οἱ Ποιμένες απορούν με το θαύμα, καὶ ἡ
κτίση ἀγάλλεται.
|
3. Αἰνεῖτε αὐτὸν ἐν
τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
|
|
|
Θεοτόκε Παρθένε, ἡ
τεκοῦσα τὸν Σωτῆρα, * ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, * ὅτι Μήτηρ γέγονας,
τῆς εὐδοκίας τοῦ Πατρός, * βαστάζουσα ἐν κόλποις, * Θεὸν Λόγον σαρκωθέντα. * Οὐ φέρει το μυστήριον
ἔρευναν· * πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, * κράζοντες μετὰ σοῦ καὶ λέγοντες· * Ἀνερμήνευτε
Κύριε, Δόξα σοι.
|
|
Θεοτόκε Παρθένε, σύ
ποὺ γέννησες τὸν Σωτῆρα, * ἀνέτρεψες τὴν πρώτη κατάρα τῆς Εὔας, * γιατί ἔγινες
Μητέρα ἐκείνου ποὺ εἶναι ἡ εὐδοκία τοῦ Πατρὸς καὶ βάστασες στὴν ἀγκάλη σου, * τὸν Θεὸ Λόγο ποὺ σαρκώθηκε. * Δὲν ἐπιδέχεται
τὸ μυστήριο ἔρευνα · * μόνο μὲ τὴν
πίστη ὅλοι δοξάζουμε * καὶ ἀναφωνοῦμε
μαζί σου·και λέμε: * Ἀνερμήνευτε Κύριε δόξα σοι.
|
4. Αἰνεῖτε αὐτὸν ἐν
κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον.
|
|
|
Δεῦτε ἀνυμνήσωμεν,
τὴν Μητέρα τοῦ Σωτῆρος, * τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· * Χαίροις Πόλις
ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, * ἐν ᾗ Χριστὸς οἰκήσας, * σωτηρίαν εἰργάσατο. * Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν
σε, * μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· * Θεοτόκε πρέσβευε, * τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.
|
|
Ἐλᾶτε νὰ ὑμνήσουμε
τὴν Μητέρα τοῦ Σωτῆρος, * ποὺ μετὰ τὸν τοκετὸ πάλι φάνηκε Παρθένος. * Χαῖρε
πόλη ἔμψυχε του βασιλέως καὶ Θεοῦ, * στὴν ὁποία ὁ Χριστὸς κατοίκησε * καὶ τὴν σωτηρία ἀπεργάστηκε. * Μαζὶ μὲ τὸν
Γαβριὴλ σὲ ἀνυμνοῦμε, * μαζὶ μὲ τοὺς
ποιμένες σὲ δοξάζουμε ἀναφωνώντας: * Θεοτόκε, πρέσβευε * στὸν σαρκωθέντα ἀπὸ σένα, νὰ μᾶς σώσει.
|
Δόξα... Ἦχος πλ. β'
Γερμανοῦ
|
|
|
Ὅτε καιρός, τῆς ἐπὶ
γῆς παρουσίας σου, * πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, * τότε ἔμελλες τῶν ἀνθρώπων
* ἀπογράφεσθαι τὰ ὀνόματα, * τῶν
πιστευόντων τῷ τόκῳ σου· * διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, * ὑπὸ Καίσαρος ἐξεφωνήθη· * τῆς γὰρ αἰωνίου
σου βασιλείας, * τὸ ἄναρχον ἐκαινουργήθη.
* Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, * ὑπὲρ τήν χρηματικὴν φορολογίαν, * ὀρθοδόξου
πλουτισμὸν θεολογίας, * τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
|
|
Ὅταν ἦλθε ὁ καιρὸς
τῆς ἐπί γῆς παρουσίας Σου * ἡ πρώτη ἀπογραφή στὴν οἰκουμένη ἔγινε. * Τότε ἔμελλες
νὰ καταγράψεις τὰ ὀνόματα * ὅσων ἀνθρώπων πιστεύουν στὴ γέννησή Σου· * Γι᾿ αὐτὸ
καὶ τέτοιο διάταγμα * ἀπὸ τὸν Καίσαρα
κηρύχθηκε· * γιατί ἡ αἰώνια βασιλεία σου, * ἡ ἄναρχη, ἐπί γῆς ἐγκαινιάσθηκε· * ἐμεῖς ὅμως
Σοῦ προσφέρουμε * τὸ πιὸ σπουδαῖο ἀπὸ τὴ χρηματικὴ φορολογία: * τὸν πλοῦτο τῆς
ὀρθόδοξης θεολογίας, * σὲ Σένα, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
|
|
|
|
Καὶ νῦν ... Ἦχος β'
Ἰωάννου Μοναχοῦ
|
|
|
Σήμερον ὁ Χριστός, * ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. * Σήμερον
ὁ ἄναρχος ἄρχεται, * καὶ ὁ Λόγος σαρκοῦται.
* Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, * καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται.
* Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, * οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, * ἡμεῖς
δὲ ἀκαταπαύστως βοῶμεν· * Δόξα ἐν ὑψίστοις Θεῷ, * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία.
|
|
Σήμερα ὁ Χριστὸς * στὴ Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου· * Σήμερα ὁ ἄναρχος λαμβάνει ἀρχὴ * καὶ ὁ Λόγος σαρκώνεται· * Οἱ ἀγγελικὲς δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται
* καὶ ἡ γῆ μὲ τοὺς ἀνθρώπους εὐφραίνεται· * Οἱ Μάγοι τὰ δῶρα προσφέρουν, * οἱ
Ποιμένες τὸ θαῦμα κηρύττουν, * κι ἐμεῖς ἀκαταπαύστως ἀναφωνοῦμε: * «Δόξα ἐν ὑψίστοις
Θεῷ, * καὶ ἐπὶ γῆς εἰρήνη, * ἐν ἀνθρώποις εὐδοκία».
(Δόξα στὸν Ὕψιστο
Θεό· γιατί ἦλθε στὴ γῆ ἡ εἰρήνη Του καὶ ἡ εὐαρέσκειά Του στοὺς ἀνθρώπους).
|
Δοξολογία μεγάλη
|
|
|
Ἀπολυτίκιον: «Ἡ
Γέννησίς Σου»
|
|
|