ΚΑΤΑ
ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 8
1 Καὶ ἐμβὰς εἰς πλοῖον
διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ
παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ
παραλυτικῷ· Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού
τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. 4 καὶ εἰδὼς ὁ
Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις
ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ
εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς
τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν
σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς
τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν
τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ
ΚΑΤΑ
ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 8
1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ
πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπέναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν
του πόλιν, τὴν Καπερναούμ. 2 Καὶ ἰδοὺ ἔφεραν πρὸς αὐτὸν ἕνα παραλυτικόν,
τὸν ὁποῖον εἶχαν βάλει ἐπάνω εἰς κρεββάτι.Καὶ ὁ Ἰησοῦς ὅταν εἶδε τὴν πίστιν, ποὺ
εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι, ποὺ τὸν ἔφεραν, εἶπεν εἰς τὸν παραλυτικόν,
ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον εἰς τὴν
θεραπείαν του· Ἔχε θάρρος, παδί μου· σοῦ ἔχουν συγχωρηθῇ αἱ ἁμαρτίαι σου. 3 Καὶ
ἰδοὺ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους· Αὐτὸς βλασφημεῖ σφετεριζόμενος
δικαίωμα, τὸ ὁποῖον μόνον ὁ Θεὸς ἔχει. 4 Καὶ ὁ Ἰησοῦς τὴν ἰδίαν στιγμὴν
εἶδε εἰς τὰ βάθη τῶν καρδιῶν των τοὺς διαλογισμούς των καὶ εἶπε· Διατὶ διαλογίζεσθε
μέσα εἰς τὰς καρδίας σας σκέψεις κακοπροαιρέτους; 5 Εἶναι δὲ πράγματι
αἱ σκέψεις σας κακόγνωμοι καὶ κακοπροαίρετοι, διότι, τί εἶναι εὐκολώτερον; Νὰ εἴπῃ,
κανείς· Εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου, ἢ νὰ εἴπῃ, σήκω ὄρθιος καὶ περιπάτει;
Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο. 6 Διὰ νὰ μάθετε λοιπὸν
τώρα, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ ἐκπρόσωπος τῆς ἀνθρωπότητος καὶ ἔνδοξος
Κριτὴς αὐτῆς κατὰ τὴν δευτέραν παρουσίαν του, ἔχει ἐξουσίαν νὰ συγχωρῇ ἐπὶ τῆς
γῆς ἁμαρτίας - τότε λέγει εἰς τὸν παραλυτικόν· Σήκω ὄρθιος καὶ πάρε εἰς τοὺς ὤμους
σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου. 7 Καὶ πράγματι ἐκεῖνος
ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸ σπίτι του. 8 Ὅταν δὲ τὰ πλήθη τοῦ λαοῦ εἶδαν
αὐτό, ποὺ ἔγινεν, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεόν, ὁ ὀποῖος ἔδωκε διὰ τοῦ
Χριστοῦ εἰς τοὺς ἀνθρώπους τέτοιαν ἐξουσίαν, τοῦ νὰ συγχωροῦνται αἱ ἁμαρτίαι,
συγχρόνως δὲ νὰ ἰατρεύωνται μὲ ἔνα λόγον ἁσθένειαι τοῦ σώματος ἀθεράπευτοι.
ΠΗΓΗ:
www.saint.gr