Τρίτη 26 Νοεμβρίου 2019

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΙΔ' ΛΟΥΚΑ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)


Ἐκ τοῦ κατὰ Λουκᾶν.(ιη 35-43)
Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. Ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο, τί εἴη τοῦτο. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι ᾽Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε, λέγων΄ ᾽Ιησοῦ, υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν΄ Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾽Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν, λέγων΄ Τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε, Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ᾽Ανάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν΄ καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ Θεῷ.

Απόδοση στη νεοελληνική:

Τον καιρό εκείνο, καθὼς ἐπλησίαζε ὁ Ἰησοῦς εἰς τὴν Ἱεριχώ, ἕνας τυφλὸς ἐκαθότανε κοντὰ εἰς τὸν δρόμον καὶ ζητιάνευε. Ὅταν ἄκουσε νὰ περνᾷ πολὺς κόσμος, ἐρώτησε τί συμβαίνει. Τοῦ εἶπαν, ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος διαβαίνει.
Τότε ἐφώναξε, «Ἰησοῦ, υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με». Ἐκεῖνοι ποὺ προηγοῦντο, τὸν ἐπέπλητταν διὰ νὰ σιωπήσῃ· ἀλλὰ αὐτὸς ἐφώναζε πολὺ περισσότερον, «Υἱὲ τοῦ Δαυΐδ, ἐλέησέ με».
Ὁ Ἰησοῦς ἐσταμάτησε καὶ διέταξε νὰ τοῦ τὸν φέρουν. Ὅταν αὐτὸς ἐπλησίασε, τὸν ἐρώτησε, «Τί θέλεις νὰ σοῦ κάνω;». Ἐκεῖνος δὲ εἶπε, «Κύριε, θέλω νὰ ξαναϊδῶ».
Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ξανάβλεψε· ἡ πίστις σου σὲ ἔσωσε». Καὶ ἀμέσως ἀπέκτησε τὸ φῶς του καὶ τὸν ἀκολουθοῦσε δοξάζων τὸν Θεόν. Καὶ ὅλος ὁ λαός, ὅταν τὸν εἶδε, ἐδόξασε τὸν Θεόν.