Δευτέρα 20 Σεπτεμβρίου 2021

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 26 ΣΕΜΠΤΕΜΒΡΙΟΥ 2021 (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

 

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α' Δ´ 12 - 19

12 Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. 13 ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. 14 Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. 15 ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. 16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. 17 Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. 18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. 19 Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.

 

ΜΕΤΑΦΡΑΣΗ

 

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α' Δ´ 12 - 19

12 Ποῖος εἶναι εἰς τὴν φύσιν του καὶ εἰς τὴν οὐσίαν του ὁ Θεός, κανεὶς δὲν ἔχει ἴδει ποτέ. Καὶ ὅμως ὁ ἀόρατος καὶ ἀνώτερος πάσης κατανοήσεως Θεός, ἐὰν ἀγαπώμεθα μεταξύ μας, μένει μέσα μας καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην του αἰσθανόμεθα τελείαν καὶ πλήρη εἰς τὸ ἐσωτερικόν μας. 13 Μὲ τοῦτο τὸ σημεῖον γνωρίζομεν, ὅτι μένομεν ἐν αὐτῷ καὶ αὐτὸς μένει ἐν ἡμῖν, μὲ τὸ ὅτι μᾶς ἔχει δώσει ἀπὸ τὸ Πνεῦμα του, τὸ ὁποῖον μᾶς κατέστησε ναοὺς καὶ κατοικητήριά του. 14 Καὶ ἐπὶ πλέον ἡμεῖς οἱ Ἀπόστολοι ἔχομεν ἴδει μὲ τὰ μάτια μας καὶ ὡς αὐτόπται μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἔχει ἀποστείλει τὸν Υἱόν του ὡς σωτῆρα τοῦ κόσμου καὶ ἐξεδήλωσεν ἔτσι τὴν τελείαν του ἀγάπην πρὸς ἡμᾶς. 15 Ὁποιοσδήποτε ὁμολογήσῃ μὲ ὅλας τὰς δυνάμεις του, ὅτι ὁ Ἰησοῦς εἶναι ὁ ἐνανθρωπήσας Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς μένει ἐν αὐτῷ καὶ αὐτὸς μένει ἐν τῷ Θεῷ. 16 Καὶ ἡμεῖς ἔχομεν γνωρίσει διὰ τῆς χριστιανικῆς μας πείρας καὶ ἔχομεν πιστεύσει τὴν ἀγάπην, τὴν ὁποίαν ἔχει πρὸς ἡμᾶς ὁ Θεός, καὶ τρανὸν δεῖγμα αὐτῆς εἶναι ἡ ἐνανθρώπησις τοῦ Υἱοῦ του. Ὁ Θεὸς εἶναι ἀγάπη καὶ ἐκεῖνος ποὺ μένει ἐν τῇ ἀγάπῃ καὶ ἀσκεῖ αὐτὴν συνεχῶς, μένει ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς μένει ἐν αὐτῷ. 17 Σημεῖον δὲ ὅτι ἡ ἀγάπη ἔφθασεν εἰς τελειότατον βαθμὸν μαζί μας καὶ προωδεύσαμεν εἰς αὐτὴν εἰς τὸν τέλειον βαθμόν, εἶναι τὸ νὰ ἀναμένωμεν μὲ θάρρος καὶ ἀφοβίαν τὴν ἡμέραν τῆς κρίσεως. Καὶ θὰ ἔχωμεν τὸ θάρρος καὶ τὴν ἀφοβίαν αὐτὴν κατὰ τὴν ἡμέραν ἐκείνην, διότι διὰ τῆς ἀγάπης γινόμεθα ὅμοιοι πρὸς τὸν Κριτήν, ποὺ θὰ μᾶς κρίνῃ. Ὅπως δηλαδὴ εἶναι τώρα ὁ Χριστὸς ἐν τῷ οὐρανῷ πλήρης ἀγάπης, τοιοῦτοι εἴμεθα καὶ ἡμεῖς. Γεμᾶτοι δηλαδὴ ἀγάπην μεταξὺ τοῦ κόσμου αὐτοῦ, ποὺ στερεῖται καὶ δὲν ἔχει τὴν ἀγάπην. 18 Φόβος τοῦ Κριτοῦ ἐξ αἰτίας ἐνοχῆς, διὰ τὴν ὁποίαν θὰ μᾶς δικάσῃ, δὲν ὑπάρχει εἰς ἐκεῖνον ποὺ ἀγαπᾷ, ἀλλ’ ἡ ἀγάπη, ὅταν εἶναι τελεία, ἀπομακρύνει καὶ βγάζει ἔξω ἀπὸ τὴν ψυχὴν τὸν φόβον. Διότι ὁ φόβος προκαλεῖ βάσανον καὶ τιμωρίαν λόγῳ τῆς ποινῆς, τὴν ὁποίαν μετὰ τρόμου ὁ ἔνοχος περιμένει νὰ τοῦ ἐπιβάλει ὁ Κριτὴς διὰ τὰς ἁμαρτίας του. Ἐκεῖνος δὲ ποὺ φοβεῖται ἐξ αἰτίας τῆς ἐνοχῆς του, δὲν ἔχει γίνει τέλειος εἰς τὴν ἀγάπην. 19 Ἡμεῖς οἱ Χριστιανοὶ ἀγαπῶμεν τὸν Θεόν, ἐπειδὴ αὐτὸς πρῶτος μᾶς ἠγάπησε καὶ προηγήθη ἒν τῇ ἀγάπῃ του πρὸς ἡμᾶς.

ΠΗΓΗ: www.saint.gr