Δευτέρα 19 Σεπτεμβρίου 2022

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ Α΄ ΛΟΥΚΑ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ)

 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ε´ 1 - 11

1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λόγον τοῦ Θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ, 2 καὶ εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. 3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5 καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7 καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· 9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 

ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ

 

ΚΑΤΑ ΛΟΥΚΑΝ Ε´ 1 - 11

1 Ενῷ δὲ τὰ πλήθη τοῦ λαοῦ τὸν ἐπίεζαν καὶ τὸν ἐστρίμωναν διὰ νὰ ἀκούουν τὸν λόγον τοῦ Θεοῦ, συνέβη νὰ στέκεται αὐτὸς πλησίον τῆς λίμνης Γεννησαρέτ. 2 Καὶ εἶδε δύο μικρὰ πλοῖα ἀραγμένα πλησίον τῆς λίμνης· οἱ ψαράδες δὲ εἶχαν βγῆ ἀπ’ αὐτὰ εἰς τὴν παραλίαν καὶ ἐπλεναν τὰ δίκτυα. 3 Ἀφοῦ δὲ ἐμβῆκεν εἰς ἐν ἀπὸ τὰ πλοῖα αὐτά, τὸ ὁποῖον ἦτο τοῦ Σίμωνος, παρεκάλεσεν αὐτὸν νὰ τὸ προχωρήσῃ ὀλίγον καὶ εἰς μικρὰν ἀπόστασιν ἀπὸ τὴν ξηράν. Καὶ ἀφοῦ ἐκάθισεν ἐδίδασκεν ἀπὸ μέσα ἀπὸ τὸ πλοῖον τὰ πλήθη τοῦ λαοῦ, ποὺ εὑρίσκοντο εἰς τὴν παραλίαν. 4 Ὅταν δὲ ἔπαυσε νὰ ὁμιλῇ, εἶπε πρὸς τὸν Σίμωνα· Φέρε πάλιν τὸ πλοῖον εἰς τὰ βαθειὰ νερὰ τῆς λίμνης καὶ ρίψατε τὰ δίκτυά σας διὰ νὰ πιάσετε ψάρια. 5 Καὶ ὁ Σίμων ἀπεκρίθη καὶ τοῦ εἶπε· Διδάσκαλε, ὅλην τὴν νύκτα ἐκοπιάσαμεν ρίπτοντες τὰ δίκτυα καὶ δὲν ἐπιάσαμεν τίποτε. Ἀλλ’ ἀφοῦ τὸ διατάσσεις, μὲ τελείαν πεποίθησιν καὶ ὑπακοὴν εἰς τὸν λόγον σου θὰ ρίψω τὸ δίκτυον. 6 Καὶ ἀφοῦ ἔκαμαν αὐτό, ἔκλεισαν μέσα εἰς τὸ δίκτυον πλῆθος πολὺ ψάρια. Καὶ ἤρχισε νὰ σπάζῃ τὸ δίκτυόν τους, ἐπειδὴ δὲν άντεῖχεν εἰς τὸ βάρος τοῦ πλήθους τῶν ψαριῶν. 7 Καὶ προσεκάλεσαν μὲ νεύματα τοὺς συνεταίρους των, ποὺ ἦσαν εἰς τὸ ἄλλο πλοῖον, νὰ ἔλθουν καὶ νὰ πιάσουν μαζὶ μὲ αὐτοὺς τὰ δίκτυα καὶ νὰ τοὺς βοηθήσουν διὰ νὰ τὰ σύρουν ἐπάνω. Καὶ ἦλθον καὶ ἐγέμισαν καὶ τὰ δύο πλοῖα τόσον πολύ, ὥστε ἀπὸ τὸ βάρος τῶν ψαριῶν ἐκινδύνευαν ταῦτα νὰ βυθισθοῦν. 8 Ὅταν δὲ εἶδεν ὁ Σίμων Πέτρος τὸ πρωτοφανὲς αὐτὸ καὶ ἀνέλπιστον πλῆθος τῶν ψαριῶν, ἔπεσε κάτω εἰς τὰ γόνατα τοῦ Ἰησοῦ καὶ εἶπεν· Ἔβγα ἀπὸ τὸ πλοῖον μου καὶ φύγε ἀπὸ ἐμέ, Κύριε, διότι εἶμαι ἄνθρωπος ἁμαρτωλός, καὶ δὲν εἶμαι ἄξιος νὰ σὲ ἔχω εἰς τὸ πλοῖον μου. 9 Καὶ εἶπε τοὺς λόγους αὐτοὺς ὁ Πέτρος, διότι μεγάλη ἔκπληξις κατέλαβε καὶ αὐτὸν καὶ ὅλους ἐκείνους ποὺ ἦσαν μαζί του, διὰ τὴν πρωτοφανῆ σύλληψιν τῶν ψαριῶν, τὰ ὁποῖα εἶχαν πιάσει, καὶ ἡ ὁποία μόνον ἀπὸ παρέμβασιν τῆς θείας δυνάμεως ἠδύνατο νὰ ἐξηγηθῇ. 10 Ὁμοίως δὲ κατέλαβεν ἔκπληξις καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην τοὺς υἱοὺς τοῦ Ζεβεδαίου, οἱ ὁποῖοι ἦσαν συνεταῖροι τοῦ Σίμωνος. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβεῖσαι· ἀπὸ τώρα, ποὺ σὲ καλῶ νὰ γίνῃς ἀπόστολός μου, θὰ ἑξακολουθῇς νὰ πιάνῃς ζωντανοὺς ὄχι ψάρια, ἀλλὰ ἀνθρώπους, τοὺς ὁποίους διὰ τοῦ κηρύγματός σου θὰ ὁδηγῇς εἰς τὴν σωτηρίαν. 11 Καὶ ἀφοῦ ἐπανέφεραν τὰ πλοῖα εἰς τὴν ξηράν, ἀφῆκαν τὰ πάντα, καὶ ψάρια δηλαδὴ καὶ δίκτυα καὶ πλοῖα, καὶ τὸν ἠκολούθησαν.

ΠΗΓΗ: www.saint.gr