Δευτέρα 22 Μαΐου 2023

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΑΝΑΛΗΨΕΩΣ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ)

 

ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 - 53

36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 44 εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ’ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

 

 

ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ

 

 

ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΔ´ 36 - 53

36 Ἐνῷ δὲ αὐτοὶ διηγοῦντο αὐτά, αἴφνης αὐτὸς ὁ Ἰησοῦς ἐστάθη ἐν μέσῳ αὐτῶν καὶ λέγει εἰς αὐτούς· Εἴθε νὰ εἶναι εἰς σᾶς εἰρήνη· εἰρήνη μετὰ τοῦ Θεοῦ καὶ μεταξύ σας· εἰρήνη καὶ εἰς τὸ ἐσωτερικόν σας. 37 Ἡ αἰφνίδια ὅμως ἐμφάνισις τοῦ Κυρίου τοὺς κατετάραξε. Καὶ καταληφθέντες ἀπὸ φόβον ἐνόμιζαν, ὅτι ἔβλεπαν ψυχὴν ἀποθαμένου, ποὺ ἦλθεν ἀπὸ τὸν Ἅδην, χωρὶς νὰ ἔχῃ καὶ σῶμα. 38 Καὶ εἶπεν ὁ Κύριος εἰς αὐτούς· Διατὶ εἶσθε ταραγμένοι; Καὶ διατὶ διαλογισμοὶ ἀμφιβολίας περὶ τοῦ ἂν πράγματι εἶμαι ὁ ἀναστὰς Διδάσκαλός σας, γεννῶνται εἰς τὰς διανοίας σας; 39 Ἴδετε τὰς χεῖρας μου καὶ τοὺς πόδας μου, ὅτι φέρουν τὰ σημάδια τῶν καρφιῶν καὶ βεβαιωθῆτε, ὅτι εἶμαι ὁ σταυρωθεὶς Διδάσκαλός σας. Ψηλαφήσατέ με διὰ τῶν χειρῶν σας καὶ βεβαιωθῆτε, ὅτι δὲν εἶμαι ἄσαρκον πνεῦμα. Διότι ἡ ψυχὴ καὶ τὸ φάντασμα τοῦ πεθαμένου δὲν ἔχει σῶμα καὶ ὀστᾶ, καθὼς βλέπετε καὶ πείθεσθε, ὅτι ἔχω ἐγώ. 40 Καὶ ἀφοῦ εἶπε τοῦτο, ἔδειξεν εἰς αὐτοὺς τὰς χεῖρας καὶ τοὺς πόδας. 41 Ἐπειδὴ δὲ αὐτοὶ ἠπίστουν ἀκόμη λόγῳ τῆς χαρᾶς των νομίζοντες, ὅτι ἔβλεπον ὄνειρον, καὶ ἐπειδὴ ἐθαύμαζον διὰ τὰ πρωτοφανῆ ταῦτα καὶ ἀνέλπιστα, τοὺς εἶπεν ὁ Κύριος· Ἔχετε ἐδῶ τίποτε φαγώσιμον διὰ νὰ φάγω καὶ διὰ νὰ πεισθῆτε ἔτσι ἀκόμη περισσότερον, ὅτι δὲν εἶμαι πνεῦμα; 42 Αὐτοὶ δὲ τοῦ ἔδωκαν ἕνα τεμάχιον ἀπὸ ψάρι ψημένον καὶ ὀλίγην κηρήθραν. 43 Καὶ ἀφοῦ τὰ ἐπῆρεν, ἔφαγεν ἐμπρός των, ὄχι διότι εἶχε ἀνάγκην συντηρήσεως τὸ σῶμα του, ἀλλ’ ἔπραξε τοῦτο διὰ νὰ βεβαιώσῃ αὐτούς, ὅτι ὄντως ἀνέστη. 44 Εἶπε δὲ πρὸς αὐτούς· Αὐτὰ τὰ γεγονότα, ποὺ βλέπετε καὶ σᾶς προκαλοῦν τὸν θαυμασμόν, εἶναι ἡ πραγματοποίησις τῶν λόγων, ποὺ σᾶς εἶπα προφητικῶς, ὅταν ἀκόμη ἤμην μαζί σας ζῶν, προτοῦ νὰ σταυρωθῶ. Σᾶς ἔλεγα δηλαδή, ὅτι σύμφωνα πρὸς τὸ προκαθωρισμένον σχέδιον τοῦ Θεοῦ πρέπει νὰ πληρωθοῦν καὶ νὰ πραγματοποιηθοῦν ὅλα, ὅσα ἔχουν γραφῆ περὶ ἐμοῦ εἰς τὸν νόμον τοῦ Μωϋσέως καὶ εἰς τοὺς προφήτας καὶ εἰς τοὺς ψαλμούς. 45 Τότε τοὺς μετέδωκε θεῖον φωτισμὸν καὶ τοὺς ἤνοιξε τὸν νοῦν διὰ νὰ ἐννοοῦν τὰς Γραφάς. 46 Καὶ ἀφοῦ ἀνέπτυξεν εἰς αὐτοὺς τὰς κυριωτέρας προφητείας, τοὺς εἶπεν, ὅτι ἔτσι ἔχει γραφῆ προφητικῶς εἰς τὰς Γραφάς, καὶ ἔτσι ἔπρεπε σύμφωνα μὲ τὰς προφητείας αὐτὰς νὰ πάθῃ ὁ Χριστὸς καὶ νὰ ἀναστηθῇ τὴν τρίτην ἀπὸ τοῦ θανάτου του ἡμέραν, 47 καὶ σύμφωνα μὲ ὅσα ἐδιδάχθητε καὶ ἐμάθετε διὰ τὸ ὄνομά μου ὡς τοῦ μόνου Σωτῆρος καὶ λυτρωτοῦ τῶν ἀνθρώπων νὰ κηρυχθῇ μετάνοια καὶ ἄφεσις ἁμαρτίων εἰς ὅλα τὰ Ἔθνη, νὰ ἀρχίσῃ δὲ τὸ κήρυγμα τοῦτο ἀπὸ τὴν Ἱερουσαλήμ. 48 Σεῖς δὲ εἶσθε μάρτυρες ὅλων αὐτῶν, δηλαδὴ τοῦ κηρύγματός μου, τοῦ βίου μου, τοῦ πάθους μου καὶ τῆς ἀναστάσεώς μου. Καὶ μὲ τὴν μαρτυρίαν, τὴν ὁποίαν θὰ κάνετε περὶ ἐμοῦ, θὰ συντελεσθῇ τὸ μέγα τοῦτο ἔργον τοῦ κηρύγματος μετανοίας καὶ ἀφέσεως ἁμαρτίων εἰς ὅλα τὰ ἔθνη. 49 Σᾶς ὑπόσχομαι δὲ καὶ ἐγὼ νὰ σᾶς βοηθήσω ἀποτελεσματικῶς εἰς τὸ ἔργον αὐτό. Ἰδοὺ ἐγώ, ποὺ ἀπὸ τώρα εἶμαι καὶ ὡς ἄνθρωπος ὁ βασιλεὺς τοῦ κόσμου καὶ ἡ κεφαλὴ τῆς Ἐκκλησίας, ἀποστέλλω ἐκ τοῦ οὐρανοῦ ἐπάνω σας τὴν ἐπαγγελίαν, τὴν ὁποίαν ὁ Πατὴρ ὑπεσχέθη, δηλαδὴ τὸ Πνεῦμα τὸ Ἅγιον, περὶ τοῦ ὁποίου οἱ προφῆται προανήγγειλαν, ὅτι θὰ δοθῇ εἰς πᾶσαν σάρκα. Σεῖς δὲ καθίσατε εἰς τὴν πόλιν Ἱερουσαλὴμ καὶ μὴ ἀπομακρυνθῆτε ἐξ αὐτῆς, ἕως ὅτου φορέσετε ὡς πνευματικὸν ἔνδυμα δύναμιν καὶ ἐνίσχυσιν, ποὺ θὰ σᾶς ἔλθῃ ἐξ οὐρανοῦ διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου Πνεύματος. 50 Ὅταν δὲ ἐτελείωσε τὰς διδασκαλίας ταύτας, τοὺς ἔβγαλε ἔξω ἀπὸ τὰ Ἱεροσόλυμα, ἕως ποὺ ἐπλησίασαν πρὸς τὴν Βηθανίαν. Καὶ ἀφοῦ ὕψωσε τὰς χεῖρας του τοὺς ηὐλόγησε. 51 Καὶ συνέβη, ἐνῷ αὐτὸς τοὺς ηὐλόγει, ἐχωρίσθη καὶ ἀπεμακρύνθη ἀπὸ αὐτοὺς καὶ ἐφέρετο πρὸς τὰ ἐπάνω, πρὸς τὸν οὐρανόν. 52 Καὶ αὐτοί, ἀφοῦ τὸν προσεκύνησαν, ἐπέστρεψαν εἰς Ἱερουσαλὴμ μὲ χαρὰν μεγάλην διὰ τὴν ἔνδοξον ἀνύψωσιν τοῦ διδασκάλου καὶ διὰ τὴν ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος, περὶ τῆς ὁποίας τοὺς ἐβεβαίωσε. 53 Καὶ ἦσαν πάντοτε, κατὰ τὰς ὤρας τῆς προσευχῆς καὶ λατρείας, εἰς τὸ ἱερόν, ὑμνοῦντες καὶ δοξολογοῦντες τὸν Θεόν. Ἀμήν.

 

ΠΗΓΗ: www.saint.gr