Δευτέρα 28 Αυγούστου 2023

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ ΙΓ' ΜΑΤΘΑΙΟΥ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ)

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 33 - 42

33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

 

ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 33 - 42

33 Ἄλλην παραβολὴν ἀκούσατε.Ἦτο κάποιος οἰκοκύρης, ὁ Θεὸς δηλαδή, ὁ ὁποῖος ἐφύτευσεν ἄμπελον, τὸ ἰουδαϊκον ἔθνος τουτέστι.Καὶ ἔλαβεν ἰδιαιτέραν πρόνοιαν δι’ αὐτήν.Ἔβαλε δηλαδὴ τριγύρω ἀπ’ αὐτὴν φράκτην καὶ ἔσκαψε μέσα εἰς αὐτὴν ληνὸν καὶ ἔκτισε πύργον διὰ νὰ μένουν οἱ φύλακες καὶ ἐργάται, καὶ τὴν ἐνεπιστεύθη εἰς γεωργούς, εἰς τοὺς ἀρχιερεῖς καὶ εἰς τοὺς ἄρχοντας τοῦ λαοῦ, καὶ ἀνεχώρησεν εἰς ἄλλην χώραν. 34 Ὅταν δὲ ἐπλησίασεν ὁ καιρὸς τῆς ἐσοδείας, ἀπέστειλε τοὺς δούλους του, τοὺς προφήτας, πρὸς τοὺς γεωργοὺς διὰ νὰ παραλάβουν τοὺς καρπούς του, διὰ νὰ διαπιστώσουν δηλαδὴ τὴν εἰς τὸν Θεὸν ἀφοσίωσιν καὶ τὰ ἔργα τῆς ἀρετῆς, τὰ ὁποῖα ὤφειλεν ὁ λαὸς αὐτὸς ὕστερα ἀπὸ τὴν τόσην εὔνοιαν καὶ πρόνοιαν τοῦ Θεοῦ νὰ καρποφορήσῃ ὡς ἄλλη καλλιεργημένη ἄμπελος. 35 Καὶ οἱ γεωργοί, οἱ ἄρχοντες τοῦ Ἰσραὴλ τουτέστιν, ἀφοῦ συνέλαβαν τοὺς δούλους του, ἄλλον μὲν ἔδειραν, ἄλλον δὲ ἐφόνευσαν, ἄλλον δὲ ἐλιθοβόλησαν. 36 Πάλιν ἀπέστειλεν ὁ οἰκοκύρης ἄλλους δούλους περισσοτέρους ἀπὸ τοὺς πρώτους, καὶ ἔκαμαν εἰς αὐτοὺς τὰ ἴδια. 37 Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱόν του λέγων· Πρέπει τουλάχιστον οἱ ἄνθρωποι αὐτοὶ νὰ ἐντραποῦν τὸν υἱόν μου. 38 Οἱ γεωργοὶ ὅμως, ὅταν εἶδαν τὸν υἱόν, τὸν Ἰησοῦν Χριστὸν δηλαδή, τὸν ἐνανθρωπήσαντα υἱὸν τοῦ Θεοῦ, εἶπαν μεταξύ τους· αὐτὸς εἶναι ὁ κληρονόμος· ἐλᾶτε, ἂς τὸν φονεύσωμεν καὶ ἂς καταλάβωμεν τὴν κληρονομίαν του γινόμενοι ἀνενόχλητοι πλέον κύριοι καὶ ἐκμεταλλευταὶ τῆς Ἰουδαϊκῆς συναγωγῆς. 39 Καὶ ἀφοῦ τὸν ἔπιασαν, τὸν ἔβγαλαν ἔξω ἀπὸ τὴν ἄμπελον καὶ τὸν ἐφόνευσαν. 40 Ὅταν λοιπὸν ἔλθῃ ὁ κύριος τῆς ἀμπέλου, τί εἶναι δίκαιον νὰ κάνῃ εἰς τοὺς καλλιεργητὰς ἐκείνους; 41 Λέγουσιν εἰς αὐτόν· Θὰ ἐξολοθρεύσῃ μὲ θάνατον κακὸν αὐτοὺς ποὺ τόσον κακοὶ εἶναι, καὶ τὴν ἄμπελον θὰ ἐνοικιάσῃ εἰς ἄλλους γεωργούς, οἱ ὁποῖοι θὰ δώσουν εἰς αὐτὸν τοὺς ὀφειλομένους καρποὺς εἰς τὰς ἐποχάς των.Πράγματι δέ, ἀφοῦ ἐξωλόθρευσε τοὺς Ἰουδαίους καὶ κατέστρεψε διὰ τῶν Ρωμαίων τὴν Ἱερουσαλήμ, παρέδωκε τὴν ἄμπελόν του, τὸν νέον Ἰσραὴλ τῆς χάριτος, εἰς τοὺς Ἀποστόλους καὶ τοὺς διαδόχους των πρὸς καρποφόρον καλλιέργειαν. 42 Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς· Δὲν ἀνεγνώσατε ποτὲ εἰς τάς Γραφάς· Λίθον, τὸν ὁποῖον ἀπέρριψαν ὡς ἀκατάλληλον οἱ κτίσται, αὐτὸς ἔγινε τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ ἀκρογωνιαῖος λίθος· ἀπὸ τὸν Κύριον ἔγινε τοῦτο καὶ εἶναι θαυμαστὸν εἰς τὰ μάτια ἡμῶν τῶν πιστῶν; Ἤτοι ἐγώ, τὸν ὁποῖον ὡς ἄλλον λίθον ἀπέρριψαν ὡς ἀκατάλληλον ἐν τῇ οἰκοδομὴ τοῦ Θεοῦ αὐτοί, ποὺ μὲ τὴν διδασκαλίαν τῶν ἔργον καὶ καθῆκον ἔχουν νὰ σᾶς οἰκοδομοῦν, ἔγινα τῆς ὅλης οἰκοδομῆς κεφαλὴ καὶ συνήνωσα τοὺς λαοὺς εἰς μίαν Ἐκκλησίαν.Τὸ θαυμαστὸν δὲ εἰς τὰ μάτια ὅλων τῶν πιστῶν γεγονὸς τοῦτο ἔγινε ἀπὸ τὸν Κύριον.

 

ΠΗΓΗ: www.saint.gr