Πέμπτη 22 Ιουλίου 2021

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ Ε' ΜΑΤΘΑΙΟΥ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 28 - 34

28 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 1

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

 

ΜΕΤΑΦΡΑΣΗ

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Η´ 28 - 34

28 Καὶ ὅταν αὐτὸς ἦλθεν εἰς τὸ ἀπέναντι μέρος, εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, τὸν συνήντησαν δύο δαιμονιζόμενοι, ποὺ ἔβγαιναν ἀπὸ τὰ ἐκεῖ μνήματα, εἰς τὰ ὁποῖα εὐχαριστοῦντο νὰ κατοικοῦν.Ἦσαν δὲ καὶ οἰ δύο ἐπιθετικοὶ καὶ πολὺ ἐπικίνδυνοι, ὥστε νὰ μὴ μπορῇ κανεὶς νὰ περάσῃ ἀπὸ τὸν δρόμον ἐκεῖνον. 29 Καὶ ἔξαφνα ἀπὸ τὸν φόβον των ἐφώναξαν δυνατὰ καὶ εἶπαν· Ποία σχέσις ὑπάρχει μεταξὺ ἠμῶν καὶ σοῦ, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ἐδῶ πρόωρα, πρὸ τοῦ καιροῦ τῆς παγκοσμίου κρίσεως, διὰ νὰ μᾶς βασανίσῃς; 30 Ὑπῆρχε δὲ μακρὰν ἀπὸ αὐτοὺς κοπάδι ἀπὸ πολλοὺς χοίρους, ποὺ ἔβοσκεν ἐκεῖ. 31 Καὶ οἰ δαίμονες τὸν παρεκάλουν λέγοντες· Ἐὰν πρόκειται νὰ μᾶς βγάλῃς ἔξω ἀπ' ἐδῶ, ἐπίτρεψόν μας νὰ ἀπέλθωμεν ες τὸ κοπάδι τῶν χοίρων. 32 Καὶ ἐπειδὴ αὐτοί, ποὺ ἔτρεφον τοὺς χοίρους, ἔπραττον τοῦτο παρὰ τὸν μωσαϊκὸν νόμον, ποὺ ἀπηγόρευεν ὡς ἀκάθαρτον τὸ χοιρινὸν κρέας, ὁ Κύριος τιμωρῶν τὴν παρανομίαν ταύτην εἶπεν εἰς τοὺς δαίμονας· Πηγαίνετε.Αὐτοὶ δὲ ἀφοῦ ἐβγῆκαν ἀπὸ τοὺς ἀνθρώπους, ἐπήγαν εἰς τοὺς χοίρους.Καὶ ἰδοὺ μὲ μανίαν ὥρμησεν ὅλον τὸ κοπάδι τῶν χοίρων ἀπὸ τὸ ἐπάνω μέρος τοῦ κρημνοῦ πρὸς τὰ κάτω εἰς τὴν θάλασσαν καὶ ἐπνίγησαν ες τὰ νερὰ τῆς λίμνης. 33 Ἐκεῖνοι δέ, ποὺ ἔβοσκαν τοὺς χοίρους, ἔφυγαν καὶ ἀφοῦ ἐπῆγαν εἰς τὴν πόλιν, ἀνήγγειλαν ὅλα, ὅσα συνέβησαν καὶ ἰδιαιτέρως τὸ τί συνέβη μὲ τοὺς δαιμονιζομένους. 34 Καὶ ἰδοὺ ὅλοι οἱ κάτοικοι τῆς πόλεως ἐβγῆκαν διὰ νὰ συναντήσουν τὸν Ἰησοῦν, καὶ ὅταν τὸν εἶδαν, τὸν παρεκάλεσαν νὰ φύγῃ ἀπὸ τὰ σύνορά τους, ἐκ φόβου μήπως πάθουν καὶ μεγαλύτερα κακά.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 1

1 Καὶ ἀφοῦ ἐμβῆκεν εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπέναντι μέρος, καὶ ἦλθεν εἰς τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ.

 

ΠΗΓΗ: www.saint.gr