ΚΑΤΑ
ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 8
1 Καὶ ἐμβὰς εἰς
πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον
αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν
τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού
τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. 4 καὶ εἰδὼς ὁ
Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις
ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ
εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς
τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν
σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς
τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν
τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
ΜΕΤΑΦΡΑΣΗ
ΚΑΤΑ
ΜΑΤΘΑΙΟΝ Θ´ 1 - 8
1 Καὶ ἀφοῦ ἐμβῆκεν
εἰς τὸ πλοῖον, ἐπέρασε διὰ μέσου τῆς λίμνης εἰς τὸ ἀπέναντι μέρος, καὶ ἦλθεν εἰς
τὴν ἰδικήν του πόλιν, τὴν Καπερναούμ. 2 Καὶ ἰδοὺ ἔφεραν πρὸς αὐτὸν ἕνα
παραλυτικόν, τὸν ὁποῖον εἶχαν βάλει ἐπάνω εἰς κρεββάτι.Καὶ ὁ Ἰησοῦς ὅταν εἶδε τὴν
πίστιν, ποὺ εἶχαν καὶ ὁ παραλυτικὸς καὶ ἐκεῖνοι, ποὺ τὸν ἔφεραν, εἶπεν εἰς τὸν
παραλυτικόν, ὁ ὁποῖος εὑρίσκετο εἰς ἀνησυχίαν, μήπως αἱ ἁμαρτίαι του γίνουν ἐμπόδιον
εἰς τὴν θεραπείαν του· Ἔχε θάρρος, παδί μου· σοῦ ἔχουν συγχωρηθῇ αἱ ἁμαρτίαι
σου. 3 Καὶ ἰδοὺ μερικοὶ ἀπὸ τοὺς γραμματεῖς εἶπαν μέσα τους· Αὐτὸς
βλασφημεῖ σφετεριζόμενος δικαίωμα, τὸ ὁποῖον μόνον ὁ Θεὸς ἔχει. 4 Καὶ
ὁ Ἰησοῦς τὴν ἰδίαν στιγμὴν εἶδε εἰς τὰ βάθη τῶν καρδιῶν των τοὺς διαλογισμούς
των καὶ εἶπε· Διατὶ διαλογίζεσθε μέσα εἰς τὰς καρδίας σας σκέψεις κακοπροαιρέτους; 5 Εἶναι
δὲ πράγματι αἱ σκέψεις σας κακόγνωμοι καὶ κακοπροαίρετοι, διότι, τί εἶναι εὐκολώτερον;
Νὰ εἴπῃ, κανείς· Εἶναι συγχωρημέναι αἱ ἁμαρτίαι σου, ἢ νὰ εἴπῃ, σήκω ὄρθιος καὶ
περιπάτει; Σεῖς θεωρεῖτε δυσκολώτερον τὸ τελευταῖον τοῦτο. 6 Διὰ νὰ μάθετε
λοιπὸν τώρα, ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ Μεσσίας, ὁ ἐκπρόσωπος τῆς ἀνθρωπότητος
καὶ ἔνδοξος Κριτὴς αὐτῆς κατὰ τὴν δευτέραν παρουσίαν του, ἔχει ἐξουσίαν νὰ
συγχωρῇ ἐπὶ τῆς γῆς ἁμαρτίας - τότε λέγει εἰς τὸν παραλυτικόν· Σήκω ὄρθιος καὶ
πάρε εἰς τοὺς ὤμους σου τὸ κρεββάτι σου καὶ πήγαινε εἰς τὸ σπίτι σου. 7 Καὶ
πράγματι ἐκεῖνος ἐσηκώθη καὶ ἐπῆγεν εἰς τὸ σπίτι του. 8 Ὅταν δὲ τὰ
πλήθη τοῦ λαοῦ εἶδαν αὐτό, ποὺ ἔγινεν, ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεόν, ὁ ὀποῖος
ἔδωκε διὰ τοῦ Χριστοῦ εἰς τοὺς ἀνθρώπους τέτοιαν ἐξουσίαν, τοῦ νὰ συγχωροῦνται
αἱ ἁμαρτίαι, συγχρόνως δὲ νὰ ἰατρεύωνται μὲ ἔνα λόγον ἁσθένειαι τοῦ σώματος ἀθεράπευτοι.
ΠΗΓΗ:
www.saint.gr