ΚΑΤΑ
ΜΑΡΚΟΝ Ϛ´ 14 - 30
14 Καὶ ἤκουσεν ὁ
βασιλεὺς Ἡρῴδης· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ
βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. 15 ἄλλοι
ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν. 16 ἀκούσας
δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ
νεκρῶν. 17 αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν
αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ ὅτι αὐτὴν ἐγάμησεν. 18 ἔλεγε
γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ
σου. 19 ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ
ἠδύνατο· 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον
καὶ ἅγιον, καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. 21 καὶ
γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς
μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, 22 καὶ
εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ
καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς,
καὶ δώσω σοι. 23 καὶ ὤμοσεν αὐτῇ ὅτι Ὅ ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους
τῆς βασιλείας μου. 24 ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· Τί αἰτήσομαι;
ἡ δὲ εἶπε· Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 25 καὶ εἰσελθοῦσα εὐθέως
μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι
τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26 καὶ περίλυπος γενόμενος ὁ
βασιλεὺς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27 καὶ
εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 28 ὁ
δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι
καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 καὶ
ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν
μνημείῳ. 30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν
αὐτῷ πάντα, καὶ ὅσα ἐποιήσαν καὶ ὅσα ἐδίδαξαν.
ΜΕΤΑΦΡΑΣΗ
ΚΑΤΑ
ΜΑΡΚΟΝ Ϛ´ 14 - 30
14 Καὶ ἤκουσεν ὁ
βασιλεὺς Ἡρῴδης περὶ τοῦ Ἰησοῦ καὶ περὶ τῶν ἔργων αὐτοῦ καὶ τῶν μαθητῶν του.
Διότι ἔγινε φανερὸν καὶ γνωστὸν τὸ ὄνομα τοῦ Ἰησοῦ. Καὶ ἔλεγεν ὁ Ἡρῴδης ὅτι ὁ Ἰωάννης
ὁ βαπτιστὴς ἀνεστήθη ἐκ νεκρῶν μὲ νέα ἀποστολὴν καὶ μὲ νέα χαρίσματα ἀπὸ τὸν Θεὸν
καὶ δι΄ αὐτὸ αἱ ὑπερφυσικαὶ δυνάμεις ἐνεργοῦν δι’ αὐτοῦ. 15 Ἄλλοι δέ,
ποὺ ἐσύγχυζαν τὸν Ἰησοῦν μὲ τοὺς παλαιοὺς προφήτας, ἔλεγον ὅτι αὐτὸς εἶναι ὁ Ἠλίας·
ἄλλοι δὲ ἔλεγον, ὅτι εἶναι προφήτης σὰν ἕνας ἀπὸ τοὺς προφήτας. 16 Ὅταν
δὲ ἤκουσεν ὁ Ἡρῴδης αὐτά, ποὺ ἔλεγαν οἱ διάφοροι διὰ τὸν Ἰησοῦν, εἶπεν, ὅτι αὐτὸς
εἶναι ὁ Ἰωάννης, τὸν ὁποῖον ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἀνέστη ἐκ νεκρῶν. 17 Καὶ
εἶπεν αὐτὰ ὁ Ἡρῴδης, διότι αὐτὸς ὁ ἴδιος ἔστειλε καὶ συνέλαβε τὸν Ἰωάννην καὶ τὸν
ἔρριψε δεμένον εἰς τὴν φυλακὴν ἐξ αἰτίας τῆς Ἡρῳδιάδος, ποὺ ἦτο σύζυγος τοῦ ἀδελφοῦ
του Φιλίππου καὶ ὁ Ἡρῴδης τὴν ἐπῆρε σύζυγον. 18 Ἔγινε δὲ τοῦτο αἰτία
τῆς φυλακίσεως τοῦ Ἰωάννου, διότι ἔλεγεν ὁ Ἰωάννης εἰς τὸν Ἡρῴδην, ὅτι δὲν σοῦ ἐπιτρέπεται
ἀπὸ τὸν νόμον τοῦ Θεοῦ νὰ ἔχῃς σύζυγον τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, ὁ ὁποῖος ζῇ
ἀκόμη. 19 Ἡ δὲ Ἡρῳδιὰς ἐκράτει μέσα της μῖσος κατ’ αὐτοῦ καὶ ἤθελε νὰ
τὸν φονεύσῃ καὶ δὲν ἠδύνατο. 20 Δὲν ἠδύνατο δὲ ἡ Ἡρῳδιὰς νὰ φονεύσῃ τὸν
Ἰωάννην, διότι ὁ Ἡρῴδης ἐφοβεῖτο αὐτὸν καὶ διὰ τὸν σεβασμόν, ποὺ τοῦ εἶχεν ὁ
λαός, ἀλλὰ καὶ διότι τὸν ἐγνώριζεν ὡς ἄνθρωπον δίκαιον καὶ ἅγιον. Καὶ δι’ αὐτὸ
τὸν διετήρει εἰς τὴν ζωήν· καὶ ὅταν τὸν ἤκουσε κάποτε εἰς τὴν φυλακήν, πολλὰ ἀπ’
ἐκεῖνα, ποὺ τὸν συνεβούλευσεν ὁ Ἰωάννης, τὰ ἔκαμε, καὶ ὁσάκις συνήντα τὸν Ἰωάννην,
τὸν ἤκουε μὲ εὐχαρίστησιν. 21 Καὶ ὅταν ἦλθεν ἡμέρα, ποὺ ἔδιδεν εὐκαιρίαν
εἰς τὴν Ἡρῳδιάδα νὰ ἐκτελέσῃ τὸ σχέδιόν της, ὅταν δηλαδὴ ὁ Ἡρῴδης διὰ τὰ γενέθλιά
του ἔκανε δεῖπνον εἰς τοὺς μεγάλους ἄρχοντας καὶ εἰς τοὺς ἀνωτέρους ἀξιωματικοὺς
τοῦ στρατοῦ καὶ εἰς τοὺς προύχοντας τῆς Γαλιλαίας, 22 καὶ ἐμβῆκεν αὐτὴ
ἡ ἰδία ἡ θυγατέρα τῆς Ἡρῳδιάδος, καὶ ἐχόρευσε χορὸν ἄσεμνον καὶ πολὺ ἐξευτελισμένον,
καὶ ἤρεσεν εἰς τὸν Ἡρῴδην καὶ εἰς τοὺς καθισμένους μαζί του εἰς τὸ τραπέζι, εἶπεν
ὁ βασιλεὺς εἰς τὸ κοράσιον· Ζήτησέ μου ὀ,τιδήποτε θέλεις, καὶ θὰ σοῦ τὸ δώσω. 23 Καὶ
τῆς ὡρκίσθη, ὅτι θὰ σοῦ δώσω ὅ,τι καὶ ἄν μοῦ ζητήσῃς ἕως τὸ μισὸ βασίλειόν
μου. 24 Ἐκείνη δὲ ἐβγῆκε καὶ εἶπε εἰς τὴν μητέρα της· Τί νὰ ζητήσω; Αὐτὴ
δὲ εἶπε: Ζήτησε τὴν κεφαλὴν τοῦ Ἰωάννου τοῦ βαπτιστοῦ. 25 Καὶ ἐμβῆκεν
ἐκείνη ἀμέσως βιαστικὰ εἰς τὸν βασιλέα καὶ ἐζήτησε λέγουσα· θέλω νά μου δώσῃς αὐτὴν
τὴν ὥραν καὶ χωρὶς χρονοτριβὴν μέσα εἰς πιάτο τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. 26 Καὶ
ὁ βασιλεὺς κατελυπήθη διότι εἶχε βάλει ὅρκους, ἦσαν δὲ παρόντες καὶ αὐτοί, ποὺ ἐκάθηντο
μαζί του εἰς τὸ τραπέζι, εἰς τοὺς ὁποίους δὲν ἤθελε νὰ παρουσιασθῇ ψεύτης καὶ ἐπίορκος.
Καὶ μολονότι ἐλυπεῖτο πολὺ νὰ θανατώσῃ τὸν Ἰωάννη, δὲν ἠθέλησε νὰ τῆς ἀρνηθῇ καὶ
νὰ ἀθετήσῃ τὴν ὑπόσχεσίν του. 27 Καὶ ἀμέσως ὁ βασιλεὺς ἔστειλεν ἕνα
στρατιώτην ἀπὸ τοὺς σωματοφύλακάς του μὲ τὴν διαταγὴν νὰ φέρῃ τὴν κεφαλὴ τοῦ Ἰωάννου. 28 Αὐτὸς
δὲ ἐπῆγε καὶ τὸν ἀπεκεφάλισε εἰς τὴν φυλακὴν καὶ ἔφερε μέσα εἰς πιάτο τὴν κεφαλὴν
τοῦ Ἰωάννου καὶ τὴν ἔδωκε εἰς τὸ κοράσιον καὶ τὸ κοράσιον τὴν ἔδωκεν εἰς τὴν
μητέρα της. 29 Καὶ ὅταν ἤκουσαν τοῦτο οἱ μαθηταὶ τοῦ Ἰωάννου, ἦλθον
καὶ ἐσήκωσαν τὸ λείψανόν του καὶ τὸ ἔβαλαν μέσα εἰς μνημεῖον. 30 Καὶ
συναθροίζονται ἀπὸ τὴν περιοδείαν οἱ Ἀπόστολοι πλησίον τοῦ Ἰησοῦ καὶ ἀνέφεραν εἰς
αὐτὸν ὅλα, δηλαδὴ καὶ ὅσα ἔργα καὶ θαύματα ἔκαμαν καὶ ὅσα ἐδίδαξαν.
ΠΗΓΗ:www.saint.gr