Πέμπτη 19 Αυγούστου 2021

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ Θ΄ ΜΑΤΘΑΙΟΥ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 22 - 34

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24 τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 καὶ ἰδόντες αὐτὸν οἱ δὲ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα· 29 ὁ δὲ εἶπεν, Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. 31 εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε! εἰς τί ἐδίστασας; 32 καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

 

ΜΕΤΑΦΡΑΣΗ

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΔ´ 22 - 34

22 Καὶ ἀμέσως ὁ Ἰησοῦς διὰ νὰ μὴ παρασυρθοῦν οἱ μαθηταί του ἀπὸ τὸν ἐνθουσιασμὸν τοῦ πλήθους, ποὺ ἤθελε νὰ τὸν ἀνακηρύξῃ βασιλέα, ἠνάγκασεν αὐτοὺς νὰ ἔμβουν εἰς τὸ πλοῖον καὶ νὰ περάσουν προτήτερα ἀπὸ αὐτὸν εἰς τὸ ἀπέναντι μέρος τῆς λίμνης, ἕως ὅτου αὐτὸς διαλύσῃ τὰ πλήθη τοῦ λαοῦ. 23 Καὶ ἀφοῦ διέλυσε τὰ πλήθη, ἀνέβη εἰς τὸ βουνὸν διὰ νὰ προσευχηθῇ μόνος του.Ὅταν δὲ ἐβράδυασε καλά, ἦτο ἐκεῖ μοναχός. 24 Τὸ δὲ πλοῖον εἶχε προχωρήσει πλέον εἰς τὸ μέσον τῆς λίμνης καὶ συνεταράσσετο ἀπὸ τὰ κύματα.Διότι ἦτο ἐναντίος ὁ ἄνεμος. 25 Κατὰ δὲ τὸ τελευταῖον τρίωρον τῆς νυκτός, ὁπότε παρελάμβανε τὴν στρατιωτικὴν φρουρὰν τὸ τέταρτον τμῆμα τῶν σκοπῶν, ἔφυγεν ἀπὸ τὸ ὅρος καὶ ἦλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπάνω εἰς τὴν θάλασσαν, σὰν νὰ ἦτο αὐτὴ ξηρά. 26 Καὶ ὅταν τὸν εἶδαν οἱ μαθηταὶ νὰ περιπατῇ ἐπάνω εἰς τὴν θάλασσαν, ἐταράχθησαν λέγοντες, ὅτι αὐτὸ ποὺ ἔβλεπαν εἶναι φάντασμα.Καὶ ἀπὸ τὸν φόβον τους ἀφῆκαν κραυγήν. 27 Ἀμέσως ὅμως ὡμίλησεν εἰς αὐτοὺς ὁ Ἰησοῦς καὶ εἶπεν· Ἔχετε θάρρος.Ἐγὼ εἶμαι.Μὴ φοβεῖσθε. 28 Ἀπεκρίθη δὲ εἰς αὐτὸν ὁ Πέτρος καὶ εἶπε· Κύριε, ἐὰν εἶσαι σύ, διατάξέ με νὰ ἔλθω πρὸς σὲ ἐπάνω εἰς τὰ νερά. 29 Ὁ δὲ Κύριος εἶπεν· Ἐλθέ.Καὶ ἀφοῦ κατέβη ἀπὸ τὸ πλοῖον ὁ Πέτρος, περιεπάτησεν ἐπάνω εἰς τὰ νερὰ διὰ νὰ ἔλθῃ πρὸς τὸν Ἰησοῦν. 30 Ἀλλ’ ὅταν εἶδε τὸν ἀέρα, ὅτι ἦτο δυνατός, ἐκλονίσθη ἡ πίστις του καὶ ἐφοβήθη, καὶ σὰν ἤρχισε νὰ βουλιάζῃ, ἐφώναξε δυνατὰ καὶ εἶπε· Κύριε, σῶσε με, διότι κινδυνεύω νὰ πνιγῶ. 31 Ἀμέσως δὲ ὁ Ἰησοῦς ἤπλωσε τὴν χεῖρα του, τὸν ἔπιασε καὶ τοῦ εἶπε· Ὀλιγόπιστε, διατὶ ἐδείλιασες; 32 Καὶ ὅταν ὁ Χριστὸς καὶ ὁ Πέτρος ἐμβῆκαν εἰς τὸ πλοῖον, ἡσύχασεν ὁ ἄνεμος. 33 Αὐτοὶ δέ, ποὺ ἦσαν ἀπὸ προτήτερα εἰς τὸ πλοῖον, ἦλθαν καὶ τὸν ἐπροσκύνησαν μὲ πολλὴν εὐλάβειαν λέγοντες· Ἀληθινά, εἶσαι Υἱὸς τοῦ Θεοῦ. 34 Καὶ ἀφοῦ ἐπέρασαν ἀπὸ τὸ ἕν μέρος τῆς λίμνης εἰς τὸ ἄλλο, ἦλθαν εἰς τὴν χώραν Γεννησαρέτ.

ΠΗΓΗ: www.saint.gr