Τρίτη 1 Ιουνίου 2021

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΤΥΦΛΟΥ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΜΕΤΑΦΡΑΣΗ)

 

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙϚ´ 16 - 34

16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. 17 αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. 18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· Παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. 22 καὶ συνεπέστη ὁ ὄχλος κατ’ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, 23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· 24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. 25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. 26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28 ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29 αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, 30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31 οἱ δὲ εἶπον· Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, 34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

 

ΜΕΤΑΦΡΑΣΗ

 

ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙϚ´ 16 - 34

16 Ὅταν δὲ ἡμεῖς ἐπηγαίναμεν εἰς τὸν τόπον τῆς προσευχῆς, συνέβη νὰ μᾶς συναντήσῃ μία νεαρὰ δούλη, ποὺ εἶχε μαντικὸν πνεῦμα καὶ παρεῖχε πολλὰ κέρδη εἰς τοὺς κυρίους της προλέγουσα ἐπὶ πληρωμὴ καὶ φανερώνουσα μὲ τὰς μαντείας της τὰ ἄγνωστα. 17 Αὐτὴ ἠκολούθησε κατὰ πόδας τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ ἐφώναζε λέγουσα· Αὐτοὶ οἱ ἄνθρωποι εἶναι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, οἱ ὁποῖοι μᾶς γνωστοποιοῦν δρόμον καὶ μέσον ἀσφαλές, διὰ τοῦ ὁποίου θὰ σωθῆτε. 18 Τοῦτο δὲ ἔκανεν ἐπὶ πολλὰς ἡμέρας, ὅχι βέβαια μὲ ἀγαθὸν σκοπόν, ἀλλ’ ἀπέβλεπε τὸ μαντικὸν πνεῦμα εἰς τὸ να ἑλκύσῃ ὑπὲρ ἑαυτοῦ τὴν ἀπεριόριστον ἐμπιστοσύνην τοῦ λαοῦ καὶ νὰ ἐκμεταλλευθῇ ἐν τέλει ταύτην δολίως καὶ πανούργως. Ἀγανακτήσας δὲ ὁ Παῦλος καὶ στρέψας ὀπίσω πρὸς τὴν ἀκόλουθοῦσαν αὐτὸν δούλην εἶπε πρὸς τὸ πνεῦμα· Σὲ διατάσσω, ἐπικαλούμενος τὸ ὅνομα τοῦ Ἰησοῦ Χριστοῦ, νὰ ἐξέλθῃς ἀπὸ αὐτήν. Καὶ πράγματι ἐξῆλθε τὸ πονηρὸν πνεῦμα κατὰ τὴν αὐτὴν στιγμήν. 19 Ἀλλ’ ὅταν εἶδαν οἱ κύριοί της, ὅτι ἔφυγε μετὰ τοῦ δαίμονος καὶ ἡ ἐλπὶς τῆς ἐπικερδοῦς ἐργασίας καὶ ἐπιχειρήσεώς των, συνέλαβον τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ τοὺς ἔσυραν εἰς τὴν ἀγοράν, διὰ νὰ τοὺς παρουσιάσουν εἰς τοὺς ἄρχοντας. 20 Καὶ ἀφοῦ τοὺς ὠδηγησαν εἰς τοὺς στρατηγούς, εἶπον· Αὐτοὶ οἰ ἄνθρωποι, ποὺ εἶναι ταραξίαι Ἰουδαῖοι, προκαλοῦν ταραχὴν εἰς τὴν πόλιν μας, 21 καὶ κηρύττουν θρησκευτικὰ ἔθιμα, τὰ ὁποῖα δὲν εἶναι ἐπιτετραμμένον εἰς ἡμᾶς, ποὺ εἴμεθα Ρωμαῖοι, νὰ τὰ παραδεχώμεθα, πολὺ δὲ περισσότερον οὔτε νὰ τὰ τηρῶμεν καὶ νὰ τὰ ἐφαρμόζωμεν. 22 Καὶ ἐμαζεύθη μαζὶ ὁ ὅχλος ἐναντίον των. Καὶ οἱ στρατηγοὶ τότε ἐξέσχισαν τὰ ἐνδύματα τῶν δύο ἀποστόλων καὶ διέταξαν, γυμνοὺς πλέον καθὼς ἦσαν, νὰ τοὺς ραβδίσουν ἐμπρὸς εἰς ὅλον ἐκεῖνο τὸ πλῆθος. 23 Καὶ ἀφοῦ τοὺς ἔδωκαν πολλὰ κτυπήματα, τοὺς ἔρριψαν εἰς τὴν φυλακήν, παραγγείλαντες εἰς τὸν δεσμοφύλακα νὰ τοὺς φρουρῇ ἀσφαλῶς, ὥστε νὰ μὴ δραπετεύσουν. 24 Αὐτὸς δέ, ἐφ’ ὅσον εἶχε λάβει τέτοιαν παραγγελίαν, τοὺς ἔβαλεν εἰς τὸ βαθύτερον διαμέρισμα τῆς φυλακῆς καὶ ἔδεσε σφιγκτὰ τὰ πόδια των εἰς τὸ τιμωρητικὸν ὅργανον, ποὺ ἐλέγετο ξύλον, ὥστε νὰ μὴ ἠμποροῦν πλέον οἱ Ἀπόστολοι οὐδ’ ἐπ’ ἐλάχιστον νὰ μετακινηθοῦν. 25 Κατὰ τὸ μεσονύκτιον δὲ ὁ Παῦλος καὶ ὁ Σίλας, ὡσὰν νὰ μὴ τοὺς εἶχε συμβῆ τίποτε καὶ νὰ μὴν ᾐσθάνοντο κανένα πόνον, ἔψαλλον ὕμνους πρὸς τὸν Θεόν· τοὺς ἤκουαν δὲ οἱ φυλακισμένοι. 26 Καὶ ἔξαφνα ἔγινε μεγάλος σεισμός, ὥστε ἐσαλεύθησαν τὰ θεμέλια τῆς φυλακῆς· καὶ ἤνοιξαν κατὰ τὴν αὐτὴν στιγμὴν ὅλαι αἱ θύραι καὶ ὅλων τῶν φυλακισμένων αἱ ἁλύσεις, μὲ τὰς ὁποίας εἶχαν δεθῆ οὗτοι, ἐλύθησαν. 27 Ὅταν δὲ ἐν τῷ μεταξὺ ἐξύπνησεν ὁ δεσμοφύλαξ καὶ εἶδεν ἀνοικτὰς τὰς θύρας τῆς φυλακῆς, ἐτράβηξε τὴν μάχαιράν του καὶ ἦτο ἕτοιμος νὰ αὐτοκτονήση, ἐπειδὴ ἐνόμιζεν, ὅτι εἶχον δραπετεύσει οἱ φυλακισμένοι καὶ συνεπῶς θὰ ἐπεβάλλετο εἰς αὐτὸν ἡ ποινὴ τοῦ θανάτου. Ἐκ φιλοτιμίας λοιπὸν ἐθεώρησε προτιμότερον νὰ αὐτοκτονήσῃ, παρὰ νὰ θανατωθῇ μὲ τὸ στίγμα τῆς καταδίκης. 28 Ἀλλ’ ὁ Παῦλος ἐφώναξε μὲ μεγάλην φωνὴν καὶ εἶπε· Μὴ κάμῃς τίποτε κακὸν εἰς τὸν ἑαυτόν σου. Δὲν πρόκειται νὰ σοῦ ζητηθοῦν εὐθῦναι καὶ νὰ τιμωρηθῇς, διότι ὅλοι εἴμεθα ἐδῶ. 29 Κατόπιν δὲ τούτου ὁ δεσμοφύλαξ, ἀφοῦ ἐζήτησε φῶτα, ἐπήδησε μέσα εἰς τὴν φυλακήν. Καὶ ἀντιληφθεὶς τὸ θαῦμα, σκεφθεὶς δὲ ὅτι εἶχε κακομεταχειρισθῇ τοὺς δούλους αὐτοὺς τοῦ Θεοῦ, κατελήφθη ἀπὸ τρόμον καὶ ἔπεσεν εἰς τοὺς πόδας τοῦ Παύλου καὶ τοῦ Σίλα, 30 καὶ ἀφοῦ τοὺς ἔβγαλεν ἔξω εἰς τὴν αὐλὴν τῆς φυλακῆς, τοὺς εἶπε· Κύριοι, τί πρέπει νὰ κάμω διὰ νὰ ἐπιτύχω καὶ ἐγὼ τὴν σωτηρίαν, τὴν ὁποίαν κηρύττετε; 31 Αὐτοὶ δὲ εἶπον· Πίστευσε εἰς τὸν Ἰησοῦν Χριστὸν ὡς μόνον Λυτρωτὴν καὶ ὡς ὑπέρτατον Κύριον, καὶ θὰ σωθῇς καὶ σὺ καὶ ὅλη ἡ οἰκογένειά σου. 32 Καὶ ἀνέπτυξαν εἰς αὐτὸν καὶ εἰς ὅλους, ὅσοι ἦσαν εἰς τὴν οἰκίαν του τὰς θεμελιώδεις ἀληθείας τῆς διδασκαλίας τοῦ Κυρίου. 33 Καὶ ἀφοῦ τοὺς ἐπῆρε μαζί του κατ’ ἐκείνην τὴν ὥραν τῆς νυκτός, τοὺς ἔλουσεν ἀπὸ τὰ αἵματα, ποὺ εἶχαν τρέξει ἀπὸ τὰ τραύματα τῶν ραβδισμῶν, καὶ ἀμέσως ἐβαπτίσθη καὶ αὐτὸς καὶ ὅλοι οἱ ἰδικοί του. 34 Καὶ ἀφοῦ τοὺς ἀνέβασεν εἰς τὸ σπίτι του, ἐτοίμασε τράπεζαν καὶ ἐδοκίμασε μεγάλην χαρὰν μαζὶ μὲ ὅλην τὴν οἰκογένειάν του, αἰτία δὲ τῆς χαρᾶς του αὐτῆς ἦτο, ἐπειδὴ εἶχε πιστεύσει εἰς τὸν Θεόν.

 

ΠΗΓΗ: www.saint.gr