Τρίτη 2 Αυγούστου 2022

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ (ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ ΚΑΙ ΣΕ ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ)

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΖ´ 1 - 9

1 Καὶ μεθ’ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

 

ΑΠΟΔΟΣΗ ΣΤΗ ΔΗΜΟΤΙΚΗ

 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΖ´ 1 - 9

1 Καὶ ὕστερα ἀπὸ ἓξ ἡμέρας παρέλαβε μαζί του ὁ Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην τὸν ἀδελφόν του καὶ τοὺς ἀνέβασεν εἰς ὅρος ὑψηλὸν ἰδιαιτέρωςαὐτοὺς μόνους· 2 καὶ μετεμορφώθη ἐμπρὸς εἰς αὐτούς· καὶ ἐγινε λαμπρὸν τὸ πρόσωπόν του σὰν τὸν ἥλιον, τὰ δὲ ἐνδύματά του ἔγιναν λευκὰ σὰν τὸ φῶς. 3 Καὶ ἰδοὺ ἐνεφανίσθησαν καὶ ἔγιναν ὁρατοὶ εἰς αὐτοὺς ὁ Μωϋσῆς καὶ ὁ Ἠλίας, οἱ ὁποῖοι συνωμίλουν μαζί του. 4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν εἰς τὸν Ἰησοῦν· Κύριε, καλὸν εἶναι νὰ μένωμεν ἐδῶ.Ἐὰν θέλῃς, ἂς κάμωμεν ἐδῶ τρεῖς σκηνάς· μίαν διὰ σὲ καὶ διὰ τὸν Μωϋσὴν μίαν καὶ μίαν διὰ τὸν Ἠλίαν. 5 Ἐνῷ δὲ αὐτὸς ὡμίλει ἀκόμη, ἰδοὺ νεφέλη γεμᾶτη φῶς ἐσκέπασεν αὐτούς, καὶ ἔξαφνα ἠκούσθη φωνὴ ἀπὸ τὴν νεφέλην, ποὺ ἔλεγεν· Αὐτὸς εἶναι ὁ υἱός μου, ποὺ ἐξαιρετικὰ τὸν ἀγαπῶ καὶ εἰς τὸν ὁποῖον εὐηρεστήθην.Νὰ ὑπακούετε εἰς αὐτόν. 6 Καὶ ὅταν ἤκουσαν τὴν φωνὴν αὐτήν οἱ μαθηταί, ἔπεσαν μὲ τὸ πρόσωπον εἰς τὸ χῶμα καὶ ἐφοβήθησαν πάρα πολύ. 7 Καὶ ἀφοῦ τοὺς ἐπλησίασεν ὁ Ἰησοῦς, τοὺς ἤγγισε καὶ εἶπε· Σηκωθῆτε καὶ μὴ φοβεῖσθε. 8 Ὅταν δὲ ἐσήκωσαν τὰ μάτια τους, δὲν εἶδαν κανένα παρὰ τὸν Ἰησοῦν μόνον. 9 Καὶ ὅταν κατέβαιναν ἀπὸ τὸ ὅρος, τοὺς παρήγγειλεν ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Νὰ μὴν εἴπητε εἰς κανένα αὐτὸ ποὺ εἴδατε, ἕως ὅτου ὁ υἱὸς τοῦ ἀνθρώπου ἀναστηθῇ ἐκ νεκρῶν, ὁπότε δὲν θὰ ὑπάρχῃ κίνδυνος ἀκαίρων ἐνθουσιασμῶν τοῦ πλήθους, ἀλλὰ καὶ περισσότερον κατανοητὸν καὶ πιστευτὸν τὸ γεγονὸς αὐτὸ θὰ καταστῇ.

 

ΠΗΓΗ: www.saint.gr