Τρίτη 24 Μαρτίου 2015

ΤΑ ΔΟΞΑΣΤΙΚΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΚΑΙ ΤΩΝ ΑΙΝΩΝ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΜΟΥ ΥΠΟ π.Δ.ΦΙΡΦΙΡΗ ΚΑΙ Θ.ΣΤΑΝΙΤΣΑ

Αποτέλεσμα εικόνας για εικονα ευαγγελισμος της θεοτοκου

Ήχος πλ.Β' Ποίημα Ιωάννου
Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν· καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ, τῷ θαῦμα ἐκπληττόμενος· ὅτι, Πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, ἐκ παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε, Θεοῦ ἐστι Λόγος ὁ παρών. Τί οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ, χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.

Ψάλλει ο μακαριστός π.Διονύσιος Φιρφιρής



Ήχος Β' Ποίημα Θεοφάνους
Το ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος. Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω κτίσις, χορευέτω, φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον. Ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

Ψάλλει ο μακαριστός Θρασύβουλος Στανίτσας