Πέμπτη 26 Μαρτίου 2015

ΑΠΟ ΤΗΝ ΥΜΝΟΛΟΓΙΑ ΤΗΣ Ε' ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Αποτέλεσμα εικόνας για ο χριστος ελαιων


Ἀργό Ἰδιόμελο Κατανυκτικοῦ Ἑσπερινοῦ Ε΄ Κυριακῆς τῶν Νηστειῶν 


Ἦχος α΄ Τετράφωνος εκ του Κε


Θαυμαστὴ τοῦ Σωτῆρος, ἡ δι' ἡμᾶς φιλάνθρωπος γνώμη· τῶν μελλόντων γὰρ τὴν γνῶσιν, ὡς παρόντων κεκτημένος, τοῦ Λαζάρου καὶ τοῦ Πλουσίου, τὸν βίον ἐστηλίτευσε· τῶν ἑκατέρων οὖν τὸ τέλος ἑνοπτριζόμενοι, τοῦ μὲν φύγωμεν, τὸ ἀπηνὲς καὶ μισάνθρωπον, τοῦ δὲ ζηλώσωμεν, τὸ καρτερὲς καὶ μακρόθυμον, πρὸς τὸ σὺν αὐτῷ τοῦ Ἀβραὰμ κόλποις, ἐνθαλπόμενοι βοᾶν· Δικαιοκρῖτα Κύριε, δόξα σοι.


Ψάλλει ο μακαριστός Άρχων Πρωτοψάλτης της Μ.Χ.Ε. Θρασύβουλος Στανίτσας





Αποτέλεσμα εικόνας για ουκ εστιν η βασιλεια του θεου βρωσις και ποσις



Αποτέλεσμα εικόνας για βυζαντινα διακοσμητικα σχεδια




Δοξαστικό Αίνων της Έ Κυριακής των Νηστειών

Ήχος α'


Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ' ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.


Ψάλλει ο Πρωτοψάλτης κ.Παναγιώτης Νεοχωρίτης συνοδεία κανοναρχών